This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[60]
μὴ φθονεῖτε τοῖς παρ᾽ ἐμοὶ πρωτεύουσιν ἀλλ᾽ ἁμιλλᾶσθε, καὶ πειρᾶσθε χρηστοὺς ὑμᾶς αὐτοὺς παρέχοντες ἐξισοῦσθαι τοῖς προέχουσιν. φιλεῖν οἴεσθε δεῖν καὶ τιμᾶν οὕσπερ ἂν καὶ ὁ βασιλεύς, ἵνα καὶ παρ᾽ ἐμοῦ τυγχάνητε τῶν αὐτῶν τούτων. οἷά περ παρόντος μου λέγετε, τοιαῦτα καὶ περὶ ἀπόντος φρονεῖτε.