Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[18]
οἱ δ᾽ ἀεὶ τοῖς αὐτοῖς ἐπιστατοῦντες, ἢν καὶ τὴν φύσιν καταδεεστέραν ἔχωσιν, ἀλλ᾽ οὖν ταῖς γ᾽ ἐμπειρίαις πολὺ τῶν ἄλλων προέχουσιν. ἔπειθ᾽ οἱ μὲν πολλῶν καταμελοῦσιν εἰς ἀλλήλους ἀποβλέποντες, οἱ δ᾽ οὐδενὸς ὀλιγωροῦσιν, εἰδότες ὅτι πάντα δεῖ δι᾽ αὑτῶν γίγνεσθαι. πρὸς δὲ τούτοις οἱ μὲν ἐν ταῖς ὀλιγαρχίαις καὶ ταῖς δημοκρατίαις διὰ τὰς πρὸς σφᾶς αὐτοὺς φιλοτιμίας λυμαίνονται τοῖς κοινοῖς: οἱ δ᾽ ἐν ταῖς μοναρχίαις ὄντες, οὐκ ἔχοντες ὅτῳ φθονήσουσι, πάντων, ὡς οἷόν τ᾽ ἐστί, βέλτιστα πράττουσιν.