This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[30]
νῦν δ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, δημοσίᾳ μὲν ἡ πόλις ἡμῶν τὰς ὁδοὺς ἀγαπᾷ κατασκευάζουσα καὶ κρήνας καὶ κονιάματα καὶ λήρους (καὶ οὐ τοῖς εἰσηγησαμένοις ταῦτ᾽ ἐπιτιμῶ, πολλοῦ γε καὶ δέω, ἀλλ᾽ ὑμῖν, εἰ ταῦθ᾽ ἱκανὰ ὑμῖν αὐτοῖς ὑπολαμβάνετ᾽ εἶναι), ἰδίᾳ δ᾽ οἱ τῶν κοινῶν ἐπί τῳ γεγενημένοι οἱ μὲν τῶν δημοσίων οἰκοδομημάτων σεμνοτέρας τὰς ἰδίας οἰκίας κατεσκευάκασιν, οὐ μόνον τῶν πολλῶν ὑπερηφανωτέρας, οἱ δὲ γῆν συνεωνημένοι γεωργοῦσιν ὅσην οὐδ᾽ ὄναρ ἤλπισαν πώποτε.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.