This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[12]
ὡς γὰρ διήμαρτεν τοῦ διαφθαρῆναι τὸ πλοῖον, οὐκ ἔχων ἀποδοῦναι τὰ χρήματα τοῖς δανείσασιν (πῶς γάρ; ἅ γ᾽ ἐξ ἀρχῆς μὴ ἐνέθετο) ἀντιποιεῖται τῶν ἡμετέρων, καί φησι τῷ Ἡγεστράτῳ ἐπὶ τούτῳ τῷ σίτῳ δεδανεικέναι ὃν ὁ παρ᾽ ἡμῶν ἐπιπλέων ἐπρίατο. οἱ δὲ δανεισταὶ τὸ ἐξ ἀρχῆς ἐξηπατημένοι, ὁρῶντες ἑαυτοῖς ἀντὶ τῶν χρημάτων ἄνθρωπον πονηρὸν χρήστην, ἄλλο δ᾽ οὐδέν, ἐλπίδ᾽ ἔχοντες ὑπὸ τούτου παρακρουσθέντων ὑμῶν ἐκ τῶν ἡμετέρων ἀπολήψεσθαι τὰ ἑαυτῶν, ὃν ἴσασιν ψευδόμενον ταῦτα καθ᾽ ἡμῶν, τούτῳ συνδικεῖν ἀναγκάζονται τοῦ συμφέροντος εἵνεκα τοῦ ἑαυτῶν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.