This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[14]
ἐπειδὴ τοίνυν ἀφίκετο δεῦρο τὸ πλοῖον, γνόντων τῶν Κεφαλλήνων ἀντιπράττοντος τούτου, ὅθεν ἐξέπλευσε τὸ πλοῖον, ἐνταῦθα καὶ καταπλεῖν αὐτό, τὴν μὲν ναῦν οἱ ἐπὶ τῇ νηὶ δεδανεικότες ἐνθένδ᾽ εὐθέως εἶχον, τὸν δὲ σῖτον ὁ ἠγορακὼς εἶχεν: ἦν δ᾽ οὗτος ὁ ἡμῖν τὰ χρήματ᾽ ὀφείλων. μετὰ ταῦθ᾽ ἧκεν οὗτος ἔχων τὸν παρ᾽ ἡμῶν πεμφθέντα πρεσβευτήν, τὸν Ἀριστοφῶντα, καὶ ἠμφεσβήτει τοῦ σίτου, φάσκων Ἡγεστράτῳ δεδανεικέναι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.