Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Εὐριπίδης
τοιαῦτα μέντοὐγὼ φρονεῖν
τούτοισιν εἰσηγησάμην,
λογισμὸν ἐνθεὶς τῇ τέχνῃ
καὶ σκέψιν, ὥστ᾽ ἤδη νοεὶν
975ἅπαντα καὶ διειδέναι
τά τ᾽ ἄλλα καὶ τὰς οἰκίας
οἰκεῖν ἄμεινον ἢ πρὸ τοῦ
κἀνασκοπεῖν, ‘πῶς τοῦτ᾽ ἔχει;
ποῦ μοι τοδί; τίς τοῦτ᾽ ἔλαβε;’ Διόνυσος
980νὴ τοὺς θεοὺς νῦν γοῦν Ἀθηναίων
ἅπας τις εἰσιὼν
κέκραγε πρὸς τοὺς οἰκέτας
ζητεῖ τε, ‘ποῦ 'στιν ἡ χύτρα;
τίς τὴν κεφαλὴν ἀπεδήδοκεν
985τῆς μαινίδος; τὸ τρύβλιον
τὸ περυσινὸν τέθνηκέ μοι:
ποῦ τὸ σκόροδον τὸ χθιζινόν;
τίς τῆς ἐλάας παρέτραγεν;’
τέως δ᾽ ἀβελτερώτατοι
990κεχηνότες Μαμμάκυθοι
Μελιτίδαι καθῆντο.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.