This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[30]
σκέψασθε δὲ καὶ τὴν ἄλλην ἀποδημίαν τὴν εἰς Ὀλυμπίαν ὡς διέθετο. τούτῳ1 σκηνὴν μὲν Περσικὴν Ἐφέσιοι διπλασίαν τῆς δημοσίας ἔπηξαν, ἱερεῖα δὲ καὶ τοῖς ἵπποις ἐφόδια Χῖοι παρεσκεύασαν, οἶνον δὲ καὶ τὰ ἄλλα ἀναλώματα Λεσβίοις προσέταξε. καὶ οὕτως εὐτυχής ἐστιν, ὥστε τοὺς Ἕλληνας τῆς παρανομίας καὶ τῆς δωροδοκίας μάρτυρας κεκτημένος οὐδεμίαν δέδωκε δίκην, ἀλλὰ ὁπόσοι μὲν ἄρχοντες ἐν μιᾷ πόλει γεγένηνται, ὑπεύθυνοί εἰσιν,
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.