Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[15]
ἵνα τὸν οἶκον τὸν Ἱππονίκου1 κατάσχοι, ὡς ἐναντίον πάντων ὑμῶν ἐν τῇ ἐκκλησίᾳ κατηγόρει2: καὶ τὰ χρήματα τῷ δήμῳ ἔδωκεν, εἴ πως τελευτήσειεν ἄπαις, φοβούμενος μὴ διὰ τὴν οὐσίαν3 ἀπόλοιτο. ἀλλὰ μὴν οὐδ᾽ ἔρημος οὐδ᾽ εὐαδίκητός ἐστιν, ἐπεὶ διὰ τὸν πλοῦτον ἔχει πολλοὺς τοὺς βοηθήσοντας.4 καίτοι ὅστις ὑβρίζει γυναῖκα τὴν ἑαυτοῦ καὶ τῷ κηδεστῇ θάνατον ἐπιβουλεύει, τί χρὴ προσδοκᾶν τοῦτον περὶ τοὺς ἐντυχόντας τῶν πολιτῶν διαπράττεσθαι; πάντες γὰρ ἄνθρωποι τοὺς οἰκείους τῶν ἀλλοτρίων ποιοῦνται περὶ πλείονος.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.