This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[795δ]
τὴν ἐπιμέλειαν ἀρχούσαις τε καὶ ἄρχουσι δεῖ γίγνεσθαι, ταῖς μὲν ἐν παιδιαῖς τε καὶ τροφαῖς ἐπισκόποις γιγνομέναις, τοῖς δὲ περὶ μαθήματα, ὅπως ἀρτίποδές τε καὶ ἀρτίχειρες πάντες τε καὶ πᾶσαι γιγνόμενοι, μηδὲν τοῖς ἔθεσιν ἀποβλάπτωσι τὰς φύσεις εἰς τὸ δυνατόν.τὰ δὲ μαθήματά που διττά, ὥς γ᾽ εἰπεῖν, χρήσασθαι συμβαίνοι ἄν, τὰ μὲν ὅσα περὶ τὸ σῶμα γυμναστικῆς, τὰ δ᾽ εὐψυχίας χάριν μουσικῆς. τὰ δὲ γυμναστικῆς αὖ δύο,
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.