This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[823δ]
μετ᾽ ἐπαίνου ῥηθέντα μᾶλλον τιμᾶν καὶ προσταχθέντα ἀποτελεῖν.τούτων δὴ προρρηθέντων, ἑξῆς ἂν γίγνοιτο ἔμμετρος ἔπαινος θήρας καὶ ψόγος, ἥτις μὲν βελτίους ἀποτελεῖ τὰς ψυχὰς τῶν νέων ἐπαινοῦντος, ψέγοντος δὲ ἣ τἀναντία. λέγωμεν τοίνυν τὸ μετὰ τοῦτο ἑξῆς προσαγορεύοντες δι᾽ εὐχῆς τοὺς νέους: ὦ φίλοι, εἴθ᾽ ὑμᾶς μήτε τις ἐπιθυμία μήτ᾽ ἔρως τῆς περὶ θάλατταν θήρας ποτὲ λάβοι μηδὲ ἀγκιστρείας
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.