previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[5] ἡμεῖς δέ, Χάρων, ὀλιγωρίαν ἤδη τοῦ Ἑρμοῦ κατεγινώσκομεν.

Χάρων
τί οὖν ἔτι διαμέλλομεν ὡς οὐχ ἱκανῆς ἡμῖν γεγενημένης διατριβῆς;

Κλωθώ
εὖ λέγεις: ἐμβαινέτωσαν. ἐγὼ δὲ προχειρισαμένη τὸ βιβλίον καὶ παρὰ τὴν ἀποβάθραν [p. 10] καθεζομένη, ὡς ἔθος, ἐπιβαίνοντα ἕκαστον αὐτῶν διαγνώσομαι, τίς καὶ πόθεν καὶ ὅντινα τεθνεὼς τὸν τρόπον: σὺ δὲ παραλαμβάνων στοίβαζε καὶ συντίθει: σὺ δέ, Ἑρμῆ,^- τὰ νεογνὰ ταυτὶ πρῶτα ἐμβαλοῦ: τί γὰρ ἂν καὶ ἀποκρίναιντό μοι;

Ἑρμῆς
ἰδού σοι, πορθμεῦ, τὸν ἀριθμὸν οὗτοι τριακόσιοι μετὰ τῶν ἐκτιθεμένων.

Χάρων
βαβαὶ τῆς εὐαγρίας. ὀμφακίας ἡμῖν νεκροὺς ἥκεις ἄγων.

Ἑρμῆς
βούλει, Κλωθοῖ, τοὺς ἀκλαύστους ἐπὶ τούτοις ἐμβιβασώμεθα;

Κλωθώ
τοὺς γέροντας λέγεις; οὕτω ποίει. τί γάρ με δεῖ πράγματα ἔχειν τὰ πρὸ Εὐκλείδου νῦν ἐξετάζουσαν; οἱ ὑπὲρ ἑξήκοντα ὑμεῖς πάριτε ἤδη. τί τοῦτο; οὐκ ἐπακούουσί μου βεβυσμένοι τὰ ὦτα ὑπὸ τῶν ἐτῶν. δεήσει τάχα καὶ τούτους ἀράμενον παραγαγεῖν.

Ἑρμῆς
ἰδοὺ πάλιν οὗτοι δυεῖν δέοντες τετρακόσιοι, τακεροὶ πάντες καὶ πέπειροι καὶ καθ᾽ ὥραν τετρυγημένοι.

Χάρων
νὴ Δί᾽, ἐπεὶ ἀσταφίδες γε πάντες ἤδη εἰσί.

Κλωθώ

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: