previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[20] οἴμοι τῶν κτημάτων. — οἴμοι τῶν ἀγρῶν. — ὀττοτοῖ, τὴν οἰκίαν οἵαν ἀπέλιπον. — ὅσα τάλαντα κληρονόμος σπαθήσει παραλαβών. — αἰαῖ τῶν νεογνῶν μοι παιδίων. — τίς ἄρα τὰς ἀμπέλους τρυγήσει, ἃς πέρυσιν ἐφυτευσάμην; [p. 40]

Ἑρμῆς
Μίκυλλε, σὺ δ᾽ οὐδὲν οἰμώζεις; καὶ μὴν οὐ θέμις ἀδακρυτὶ διαπλεῦσαί τινα.

Μίκυλλος
ἄπαγε: οὐδέν ἐστιν ἐφ᾽ ὅτῳ ἂν οἰμώξαιμι εὐπλοῶν.

Ἑρμῆς
ὅμως κἂν μικρόν τι ἐς τὸ ἔθος ἐπιστέναξον.

Μίκυλλος
οἰμώξομαι τοίνυν, ἐπειδή, Ἑρμῆ, σοὶ δοκεῖ. οἴμοι τῶν καττυμάτων οἴμοι τῶν κρηπίδων τῶν παλαιῶν ὀττοτοῖ τῶν σαθρῶν ὑποδημάτων. οὐκέτι κακοδαίμων ἕωθεν εἰς ἑσπέραν ἄσιτος διαμενῶ, οὐδὲ τοῦ χειμῶνος ἀνυπόδητός τε καὶ ἡμίγυμνος περινοστήσω τοὺς ὀδόντας ὑπὸ τοῦ κρύους συγκροτῶν. τίς ἄρα μου τὴν σμίλην ἕξει καὶ τὸ κεντητήριον;

Ἑρμῆς
ἱκανῶς τεθρήνηται: σχεδὸν δὲ ἤδη καταπεπλεύκαμεν.

Χάρων

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: