Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[20]
ἀγορὰν προὐτίθεις τῶν βιβλίων. λοιπὸν οὖν δὴ ἐκεῖνο, πεπεισμένον ὑπὸ τῶν κολάκων ὡς οὐ
μόνον καλὸς εἶ καὶ ἐράσμιος ἀλλὰ σοφὸς καὶ
ῥήτωρ καὶ συγγραφεὺς οἷος οὐδ᾽ ἕτερος, ὠνεῖσθαι
τὰ βιβλία, ὡς ἀληθεύοις τοὺς ἐπαίνους αὐτῶν.
φασὶ δὲ σὲ καὶ λόγους ἐπιδείκνυσθαι αὐτοῖς ἐπὶ δείπνῳ κἀκείνους χερσαίων βατράχων δίκην διψῶντας κεκραγέναι, ἢ μὴ πίνειν, ἢν μὴ διαρραγῶσι βοῶντες. καὶ γὰρ οὐκ οἶδ᾽ ὅπως ῥᾷστος εἶ τῆς ῥινὸς
ἕλκεσθαι, καὶ πιστεύεις αὐτοῖς ἅπαντα, ὅς ποτε κἀκεῖνο ἐπείσθης, ὡς βασιλεῖ τινι ὡμοιώθης τὴν
ὄψιν, καθάπερ ὁ ψευδαλέξανδρος καὶ ὁ ^ ψευδοφίλιππος ἐκεῖνος κναφεὺς καὶ ὁ κατὰ τοὺς
προπάτορας ἡμῶν ψευδονέρων καὶ εἴ τις ἄλλος τῶν
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.