Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[6]
θυμηδίαις ἦμεν, ἀλλήλους ἀπειληφότες: ἡ μητρυιὰ
δὲ μετὰ μικρὸν εὐθὺς νοσεῖν ἤρξατο νόσον, ὦ
ἄνδρες δικασταί, χαλεπὴν καὶ παράλογον
[p. 486] ἀρχόμενον γὰρ εὐθὺς τὸ δεινὸν παρεφύλαξα.^ οὐ γὰρ
ἁπλοῦν οὐδὲ ἐπιπόλαιον τῆς μανίας τὸ εἶδος,
ἀλλά τι παλαιὸν ὑποικουροῦν ἐν τῇ ψυχῇ κακὸν ἀπέρρηξε καὶ ἐς τοὐμφανὲς ἐξενίκησε. πολλὰ μὲν οὖν καὶ ἄλλα ἡμῖν ἐστι σημεῖα τῶν ἀνιάτως μεμηνότων, ἓν δὲ ἐκεῖνο καινὸν ἐπὶ τῆς γυναικὸς ταύτης παρεφύλαξα: πρὸς μὲν γὰρ τοὺς ἄλλους ἡμερωτέρα καὶ πραεῖά ἐστι καὶ παρόντων
εἰρήνην ἄγει ἡ νόσος, ἂν δέ τινα ἰατρὸν ἴδῃ καὶ τοῦτ᾽ ἀκούσῃ μόνον, κατ᾽ ἐκείνου μάλιστα παροξύνεται, ὅπερ καὶ αὐτὸ τοῦ πονηρῶς καὶ ἀνηκέστως ἔχειν ἐστὶ τεκμήριον. ταῦτα ὁρῶν ἐγὼ μὲν ἠνιώμην καὶ τὴν γυναῖκα
ᾤκτειρον ἀξίαν οὖσαν καὶ παρὰ τὸ προσῆκον
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.