[11]
οἱ Γαλάται δὲ οἱ μὲν ἐτεθνήκεσαν,
πολλοῦ τοῦ φόνου γενομένου, οἱ δὲ ζῶντες ἐλαμβάνοντο,
πλὴν πάνυ ὀλίγοι ὁπόσοι ἔφθασαν ἐς τὰ ὄρη
ἀναφυγόντες, οἱ Μακεδόνες δὲ ὅσοι σὺν Ἀντιόχῳ ἦσαν,
ἐπαιώνιζον καὶ προσιόντες ἄλλος ἀλλαχόθεν ἀνέδουν τὸν
βασιλέα καλλίνικον ἀναβοῶντες: ὁ δὲ καὶ δακρύσας, ὥς
φασιν, Αἰσχυνώμεθα, ἔφη, ὦ στρατιῶται, οἷς γε ἡ σωτηρία
ἐν ἑκκαίδεκα τούτοις θηρίοις ἐγένετο: ὡς εἰ μὴ τὸ
καινὸν τοῦ θεάματος ἐξέπληξε τοὺς πολεμίους, τί ἂν
ἡμεῖς ἦμεν πρὸς αὐτούς; ἔπειτα τῷ τροπαίῳ κελεύει ἄλλο
μηδέν, ἐλέφαντα δὲ μόνον ἐγκολάψαι.
This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.