previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

βούλομαι δὲ ἤδη καὶ περὶ τῶν ἄλλων ῥητόρων ἀποδοῦναι τὸν λόγον, ἵνα μή τις ἀγνοίᾳ με δόξῃ παραλιπεῖν αὐτοὺς ἐπιφανεῖς ὄντας καὶ ὀνόματος ἠξιωμένους οὐ μετρίου φυγῇ τοῦ πόνου τὸ ῥᾷστον αἱρούμενον τῶν ἔργων τὴν περὶ αὐτῶν ἀφεικέναι σκέψιν. ἐγὼ γὰρ οὔτε ἠγνόουν, οὓς ἅπαντες ἴσασιν, οὔτε ὤκνουν ἂν ὑπὲρ αὐτῶν γράφειν, εἴ τι χρήσιμον ἔμελλεν ἐξοίσειν γραφή. ἐνθυμούμενος δέ, ὅτι τὴν μὲν ποιητικὴν κατασκευὴν καὶ τὸ μετέωρον δὴ τοῦτο καὶ πομπικὸν εἰρημένον οὐδεὶς Ἰσοκράτους ἀμείνων ἐγένετο, παρέλιπον ἑκών, οὓς ᾔδειν ἧττον ἐν ταῖς ἰδέαις ταύταις κατορθοῦντας, Γοργίαν μὲν τὸν Λεοντῖνον ἐκπίπτοντα τοῦ μετρίου καὶ πολλαχοῦ παιδαριώδη γιγνόμενον ὁρῶν, Ἀλκιδάμαντα δὲ τὸν ἀκουστὴν αὐτοῦ παχύτερον ὄντα τὴν λέξιν καὶ κενότερον, Θεόδωρον δὲ [p. 122] τὸν Βυζάντιον ἀρχαῖόν τινα καὶ οὔτε ἐν ταῖς τέχναις ἀκριβῆ οὔτε ἐξέτασιν ἱκανὴν ἐν τοῖς ἐναγωνίοις δεδωκότα λόγοις, Ἀναξιμένην δὲ τὸν Λαμψακηνὸν ἐν ἁπάσαις μὲν ταῖς ἰδέαις τῶν λόγων τετράγωνόν τινα εἶναι βουλόμενονκαὶ γὰρ ἱστορίας γέγραφε καὶ περὶ τοῦ ποιητοῦ συντάξεις καταλέλοιπε καὶ τέχνας ἐξενήνοχεν, ἧπται δὲ καὶ συμβουλευτικῶν καὶ δικανικῶν ἀγώνων”, οὐ μέντοι τέλειόν γε ἐν οὐδεμιᾷ τούτων τῶν ἰδεῶν ἀλλ᾽ ἀσθενῆ καὶ ἀπίθανον ὄντα ἐν ἁπάσαις θεωρῶν. οὐ δὴ δεῖν ᾠόμην Ἰσοκράτους ἐν ἅπασι πάντων τούτων ὑπερέχοντος λόγον τινὰ ποιεῖσθαι περὶ ἐκείνων οὐδέ γε περὶ τῶν συμβιωσάντων Ἰσοκράτει καὶ τὸν χαρακτῆρα τῆς ἑρμηνείας ἐκείνου ἐκμιμησαμένων οὐθενός, Θεοδέκτου λέγω καὶ Θεοπόμπου καὶ Ναυκράτους Ἐφόρου τε καὶ Φιλίσκου καὶ Κηφισοδώρου καὶ ἄλλων συχνῶν. οὐδὲ γὰρ ἐκεῖνοι κρίνεσθαι πρὸς τὴν Ἰσοκράτους δύναμίν εἰσιν ἐπιτήδειοι. τῶν μὲν δὴ κατὰ ταύτην τὴν ἀγωγὴν κοσμουμένων ἐκεῖνον τὸν ἄνδρα διαφορώτατον ἡγησάμενος, οὐκ ἔτι

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: