previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

εἰρηκὼς δὲ καὶ περὶ τῶν πραγμάτων ὅτι δεινότερός ἐστιν οἰκονομῆσαι Λυσίου καὶ ὅλους τοὺς λόγους καὶ τὰ μέρη αὐτῶν καὶ οὐδὲν ἔξω ποιῶν τῆς τέχνης, μετὰ ταῦτα πολλῇ Δημοσθένης ἐχρήσατο, βούλομαι καὶ τὰς ὑπὲρ τούτων παρασχέσθαι πίστεις. ἔσται δὲ κεφαλαιώδης τε καὶ ὡς πρὸς ἀνεγνωκότας τὸν ἄνδρα λόγος: οὐ γὰρ ἐγχωρεῖ παραδείγματα πάντων τιθέναι. αὐτίκα τὰς διηγήσεις τότε μὲν ἀπροκατασκευάστους καὶ συντόμους καὶ οὐδὲν προκαταλαμβανούσας τῶν ἀποδεικτικῶν ἐν τῇ προσηκούσῃ τίθησι χώρᾳ, καθάπερ ἐν τῷ πρὸς Μέδοντα ποιεῖ λόγῳ καὶ ἐν τῷ πρὸς Ἁγνόθεον καὶ ἐν τῇ πρὸς τοὺς δημότας ἀμφισβητήσει περὶ τοῦ χωρίου καὶ ἐν ἄλλοις συχνοῖς. τότε δὲ μερίσας αὐτὰς [p. 112] κατὰ κεφάλαια καὶ παρ᾽ ἕκαστον αὐτῶν τὰς πίστεις παρατιθεὶς ἐκμηκύνει τε μᾶλλον καὶ ἐκβαίνει τὸ τῆς διηγήσεως σχῆμα, τῷ συμφέροντι χρώμενος. ταύτης ἐστὶ τῆς ἰδέας τε πρὸς Ἕρμωνα ὑπὲρ τῆς ἐγγύης ἀπολογία καὶ πρὸς Εὐκλείδην ἀμφισβήτησις ὑπὲρ τῆς τοῦ χωρίου λύσεως καὶ ὑπὲρ Εὐφιλήτου πρὸς τὸν Ἐρχιέων δῆμον ἔφεσις. ἐν γὰρ δὴ τοῖς λόγοις τούτοις μακροτέρας τὰς διηγήσεις οὔσας οὐχ ἅμα τίθησιν ὅλας, ἀλλὰ κατὰ μέρη διαλαμβάνων ἐφ᾽ ἑκάστῳ κεφαλαίῳ τούς τε μάρτυρας ἐπάγεται καὶ τὰς ἄλλας παρέχεται πίστεις, δεδοικώς, παρ᾽ ὅσα γοῦν ἐμοὶ δοκεῖ, μὴ δυσπαρακολούθητος γένηται διὰ τὸ πλῆθος τῶν κεφαλαίων λόγος καὶ πελαγίσῃ, αἵ τε πίστεις εἰς ἓν χωρίον ἅπασαι συναχθεῖσαι, πολλαὶ καὶ περὶ πολλῶν οὖσαι πραγμάτων, μὴ συνταράξωσι τὴν σαφήνειαν. τοιγάρτοι μετὰ τὰς διηγήσεις τὰς οὕτως ᾠκονομημένας οὐκ ἔτι τὰς προηγουμένας ἀποδείξεις πολλοῖς βεβαιοῦται λόγοις οὐδ᾽ ἔστιν ὅμοιος τοῖς νέοις τεχνογράφοις, ἀλλὰ τὰς τῶν ἀντιδίκων πίστεις ἀναιρεῖν οἴεται δεῖν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: