previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

λείπεται δὴ περὶ τῆς προαιρέσεως καὶ δυνάμεως αὐτοῦ καὶ τίνι κέχρηται χαρακτῆρι λέγειν. γένους μὲν δὴ λόγων ἑνὸς ἀσκητὴς ἐγένετο τοῦ δικανικοῦ καὶ περὶ τοῦτο μάλιστα ἐσπούδασε. χαρακτῆρα δὲ τὸν Λυσίου κατὰ τὸ πλεῖστον ἐζήλωσε καὶ εἰ μή τις ἔμπειρος πάνυ τῶν ἀνδρῶν εἴη καὶ τριβὰς ἀξιολόγους ἀμφοῖν ἔχων, οὐκ ἂν διαγνοίη ῥᾳδίως πολλοὺς τῶν λόγων, ὁποτέρου τῶν ῥητόρων εἰσίν, ἀλλὰ παρακρούσεται ταῖς ἐπιγραφαῖς οὐχ οὕτως ἀκριβῶς ἐχούσαις, ὡς διὰ μιᾶς δηλοῦταί μοι γραφῆς. οὐ μὴν ἀπαράλλακτός γέ ἐστιν τοῦ χαρακτῆρος ὁμοιότης, ἀλλὰ ἔχουσα διαφοράς τινας οὐ μικρὰς οὐδὲ ὀλίγας καὶ κατὰ τὴν ἑρμηνείαν καὶ κατὰ τὰ πράγματα, περὶ ὧν καιρὸς ἂν εἴη λέγειν, ὡς ἡμεῖς ὑπειλήφαμεν. ἐπειδὴ δὲ κατὰ τὴν λέξιν μᾶλλον ἔοικε τῷ Λυσίᾳ, τὴν ἀρχὴν ἀπὸ ταύτης ποιησάμενος τὰς ὁμοιότητάς τε καὶ τὰς διαφοράς, ἃς ἔχει πρὸς ἐκείνην, ἐρῶ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: