previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

μέλλων δὲ τῶν κατὰ μέρος ἅπτεσθαι λόγων, ὀλίγα περὶ ἐμαυτοῦ τε καὶ τοῦ γένους τῆς πραγματείας βούλομαι προειπεῖν: οὐ σοῦ μὰ Δία καὶ τῶν σοὶ παραπλησίων ἕνεκα, τῶν ἀπὸ παντὸς τοῦ βελτίστου κρινόντων τὰ πράγματα καὶ μηδὲν ἡγουμένων χρῆμα τιμιώτερον τῆς ἀληθείας: ἀλλὰ τῶν ἄλλων, ὅσοις πολὺ τὸ φιλαίτιον ἔνεστιν εἴ τε κατὰ τὸν ζῆλον τῶν ἀρχαίων γινόμενον εἴτε κατὰ τὴν ὑπεροψίαν τῶν ἐπὶ τῆς αὐτῆς ἡλικίας εἴ τε κατ᾽ ἀμφότερα ταῦτα τὰ πάθη κοινὰ τῆς ἀνθρωπίνης ὄντα φύσεως. ὑποπτεύω γὰρ ἔσεσθαί τινας τῶν ἀναγνωσομένων τὴν γραφὴν τοὺς [p. 327] ἐπιτιμήσοντας ἡμῖν, ὅτι τολμῶμεν ἀποφαίνειν Θουκυδίδην τὸν ἁπάντων κράτιστον τῶν ἱστοριογράφων καὶ κατὰ τὴν προαίρεσίν ποτε τῶν λόγων ἁμαρτάνοντα καὶ κατὰ τὴν δύναμιν ἐξασθενοῦντα, καὶ διὰ τοῦθ᾽ οὗτος ἡμᾶς λογισμὸς εἰσῆλθεν, ὅτι παράδοξα καινοτομεῖν πράγματα πρῶτοι καὶ μόνοι δόξομεν, εἴ τι τῶν ὑπὸ Θουκυδίδου γραφέντων συκοφαντεῖν ἐπιβαλοίμεθα, οὐ ταῖς κοιναῖς μόνον ἐναντιούμενοι δόξαις, ἃς ἅπαντες ἐκ τοῦ μακροῦ χρόνου παραλαβόντες ἀναφαιρέτους ἔχουσιν, ἀλλὰ καὶ ταῖς ἰδίαις τῶν ἐπιφανεστάτων φιλοσόφων τε καὶ ῥητόρων μαρτυρίαις ἀπιστοῦντες, οἳ κανόνα τῆς ἱστορικῆς πραγματείας ἐκεῖνον ὑποτίθενται τὸν ἄνδρα καὶ τῆς περὶ τοὺς πολιτικοὺς λόγους δεινότητος ὅρον: ὧν οὔτε προαιρέσεις ἰσχυρὰς. ταύτας δὴ τὰς ἐπιτιμήσεις ἀπολύσασθαι βουλόμενος ἐχούσας τι θεατρικὸν καὶ τῶν πολλῶν ἀγωγόν, περὶ μὲν ἐμαυτοῦ τοσοῦτον ἀρκεσθήσομαι μόνον εἰπών, ὅτι τὸ φιλόνεικον τοῦτο καὶ δύσερι καὶ προσυλακτοῦν εἰκῇ πᾶσιν ἐν παντὶ πεφυλαγμένος τῷ βίῳ μέχρι τοῦ παρόντος καὶ οὐδεμίαν ἐκδεδωκὼς γραφήν, ἐν κατηγορῶ τινος, ἔξω μιᾶς πραγματείας, ἣν συνεταξάμην ὑπὲρ τῆς πολιτικῆς φιλοσοφίας πρὸς τοὺς κατατρέχοντας αὐτῆς ἀδίκως, οὐκ ἂν ἐπεχείρησα νῦν πρῶτον εἰς τὸν ἐπιφανέστατον τῶν συγγραφέων τὴν οὔτ᾽ ἐλευθέροις ἤθεσι πρέπουσαν οὔτ᾽ ἐμαυτῷ συνήθη κακοήθειαν ἐναποδείκνυσθαι. περὶ δὲ τοῦ γένους τῆς γραφῆς πλείονα μὲν εἶχον λέγειν, ἀρκεσθήσομαι δὲ ὀλίγοις. εἰ δὲ ἀληθεῖς καὶ προσήκοντας [p. 328] ἐμαυτῷ προῄρημαι λόγους, σύ τε κρινεῖς καὶ τῶν ἄλλων φιλολόγων ἕκαστος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: