previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τούτοις ἕτερα προσθεὶς πάλιν ἀμοιβαῖα περίεργα καὶ πικρά, τοὺς Μηλίους ὑποτίθεται λέγοντας, ὅτι κοινὰς τὰς τύχας φέρουσιν οἱ πολέμιοι καὶτὸ μὲν εἶξαι εὐθὺς ἀνέλπιστον, μετὰ δὲ τοῦ δρωμένου ἔτι καὶ στῆναι ἐλπὶς ὀρθῶς.” πρὸς ταῦτα ποιεῖ τὸν Ἀθηναῖον ἀποκρινόμενον λαβυρίνθων σκολιώτερα περὶ τῆς ἐλπίδος [p. 393] ἐπὶ κακῷ τοῖς ἀνθρώποις γινομένης, κατὰ λέξιν οὕτως γράφων: “ἐλπὶς δὲ κινδύνου παραμύθιον οὖσα τοὺς μὲν ἀπὸ περιουσίας χρωμένους αὐτῇ κἂν βλάψῃ, οὐ καθεῖλεν: τοῖς δὲ ἐς πᾶν τὸ ὑπάρχον ἀναρριπτοῦσιδάπανος γὰρ φύσειἅμα τε γιγνώσκεται σφαλέντων, καὶ ἐν ὅτῳ φυλάξεταί τις αὐτὴν γνωρισθεῖσαν, οὐκ ἐλλείπει. ὑμεῖς ἀσθενεῖς τε καὶ ἐπὶ σκοπῆς μιᾶς ὄντες μὴ βούλεσθε παθεῖν μηδ᾽ ὁμοιωθῆναι τοῖς πολλοῖς, οἷς παρὸν ἀνθρωπείως ἔτι σῴζεσθαι, ἐπειδὰν πιεζομένους αὐτοὺς ἐπιλείπωσιν αἱ φανεραὶ ἐλπίδες, ἐπὶ τὰς ἀφανεῖς καθίστανται, μαντικήν τε καὶ χρησμοὺς καὶ ὅσα τοιαῦτα μετ᾽ ἐλπίδων λυμαίνεται.” ταῦτ᾽ οὐκ οἶδα πῶς ἄν τις ἐπαινέσειεν ὡς προσήκοντα εἰρῆσθαι στρατηγοῖς Ἀθηναίων, ὅτι λυμαίνεται τοὺς ἀνθρώπους παρὰ τῶν θεῶν ἐλπὶς καὶ οὔτε χρησμῶν ὄφελος οὔτε μαντικῆς τοῖς εὐσεβῆ καὶ δίκαιον προῃρημένοις τὸν βίον. εἰ γάρ τι καὶ ἄλλο, τῆς Ἀθηναίων πόλεως καὶ τοῦτ᾽ ἐν τοῖς πρώτοις ἐστὶν ἐγκώμιον, τὸ περὶ παντὸς πράγματος καὶ ἐν παντὶ καιρῷ τοῖς θεοῖς ἕπεσθαι καὶ μηδὲν ἄνευ μαντικῆς καὶ χρησμῶν ἐπιτελεῖν. λεγόντων τε τῶν Μηλίων, ὅτι σὺν τῇ παρὰ τῶν θεῶν βοηθείᾳ καὶ Λακεδαιμονίοις πεποίθασιν, οὓς εἰ καὶ διὰ μηδὲν ἄλλο, διὰ γοῦν τὴν αἰσχύνην αὐτοῖς βοηθήσειν καὶ οὐ περιόψεσθαι συγγενεῖς [p. 394] ἀπολλυμένους, αὐθαδέστερον ἔτι τὸν Ἀθηναῖον ἀποκρινόμενον εἰσάγει: “τῆς μὲν τοίνυν πρὸς τὸ θεῖον εὐμενείας οὐδ᾽ ἡμεῖς οἰόμεθα λελείψεσθαι: οὐδὲν γὰρ ἔξω τῆς μὲν ἀνθρωπείας, τῆς δ᾽ εἰς τὸ θεῖον νεμέσεως τῶν τ᾽ εἰς σφᾶς αὐτοὺς βουλήσεων δικαιοῦμεν πράσσομεν. ἡγούμεθα γὰρ τό τε θεῖον δόξῃ τἀνθρώπειόν τε σαφῶς διὰ παντὸς ἀπὸ φύσεως ἀναγκαίως, οὗ ἂν κρατῇ, ἄρχειν”: τούτων νοῦς ἔστι μὲν δυσείκαστος καὶ τοῖς πάνυ δοκοῦσιν ἐμπείρως τοῦ ἀνδρὸς ἔχειν, κατακλείεται δ᾽ εἰς τοιοῦτόν τι πέρας, ὅτι τὸ μὲν θεῖον δόξῃ γινώσκουσιν ἅπαντες, τὰ δὲ πρὸς ἀλλήλους δίκαια τῷ κοινῷ τῆς φύσεως κρίνουσι νόμῳ: οὗτος δ᾽ ἔστιν ἄρχειν ὧν ἂν δύνηταί τις κρατεῖν. ἀκόλουθα καὶ ταῦτα τοῖς πρώτοις καὶ οὔτε Ἀθηναίοις οὔτε Ἕλλησι πρέποντα εἰρῆσθαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: