previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ὅτι μὲν οὖν ἅπασα λέξις εἰς δύο μέρη διαιρεῖται τὰ πρῶτα, εἴς τε τὴν ἐκλογὴν τῶν ὀνομάτων, ὑφ᾽ ὧν δηλοῦται τὰ πράγματα, καὶ εἰς τὴν σύνθεσιν τῶν ἐλαττόνων τε καὶ μειζόνων μορίων, καὶ ὅτι τούτων αὖθις ἑκάτερον εἰς ἕτερα μόρια διαιρεῖται, μὲν ἐκλογὴ τῶν στοιχειωδῶν μορίωνὀνοματικῶν λέγω καὶ ῥηματικῶν καὶ συνδετικῶνεἴς τε τὴν κυρίαν φράσιν καὶ εἰς τὴν τροπικήν, δὲ σύνθεσις εἴς τε τὰ κόμματα καὶ τὰ κῶλα καὶ τὰς περιόδους, καὶ ὅτι τούτοις ἀμφοτέροις συμβέβηκελέγω δὴ τοῖς τε ἁπλοῖς καὶ ἀτόμοις ὀνόμασι καὶ τοῖς ἐκ τούτων συνθέτοιςτὰ καλούμενα σχήματα, καὶ ὅτι τῶν καλουμένων ἀρετῶν αἳ μέν εἰσιν ἀναγκαῖαι καὶ ἐν ἅπασιν ὀφείλουσι παρεῖναι τοῖς λόγοις, αἳ δ᾽ ἐπίθετοι καὶ ὅταν ὑποστῶσιν αἱ πρῶται, τότε τὴν ἑαυτῶν ἰσχὺν λαμβάνουσιν, εἴρηται πολλοῖς πρότερον. ὥστε οὐδὲν δεῖ περὶ αὐτῶν ἐμὲ νυνὶ λέγειν οὐδ᾽ ἐξ ὧν θεωρημάτων τε καὶ παραγγελμάτων τούτων τῶν ἀρετῶν ἑκάστη γίνεται, πολλῶν ὄντων: καὶ γὰρ ταῦτα τῆς ἀκριβεστάτης τέτευχεν ἐξεργασίας. [p. 359]

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: