Ode 3
Ἱέρωνι Συρακοσίῳ
Ἵπποις Ὀλύμπια.
ἀριστοκάρπου Σικελίας κρέουσανΔάματρα ϝιοστέφανόν τε κούραν
ὕμνει, γλυκύδωρε Κλειοῖ, θοάς τ᾽ Ὀ-
λυμπιοδρόμους Ἱέρωνος ἵππους.
5σεύον]το γὰρ σὺν ὑπερόχῳ τε Νίκᾳ
σὺν Ἀγ]λαΐᾳ τε παρ᾽ εὐρυδίναν
Ἀλφεόν, τόθι Δ]εινομένεος ἔθηκαν
ὄλβιον [γόνον στεφάνω]ν κυρῆσαι.
θρόησε δὲ λ[αὸς ἀπείρων:
10ἆ τρισευδαίμ[ων ἀνήρ,
1 ὃ παρὰ Ζηνὸς λαχὼν
πλείσταρχον Ἑλλάνων γέρας
οἶδε πυργωθέντα πλοῦτον μὴ μελαμ-
φαρέϊ κρύπτειν σκότῳ.
15βρύει μὲν ἱερὰ βουθύτοις ἑορταῖς,
βρύουσι φιλοξενίας ἀγυιαί:
λάμπει δ᾽ ὑπὸ μαρμαρυγαῖς ὁ χρυσὸς
ὑψιδαιδάλτων τριπόδων σταθέντων
πάροιθε ναοῦ, τόθι μέγιστον ἄλσος
20Φοίβου παρὰ Κασταλίας ῥεέθροις
Δελφοὶ διέπουσι. θεόν, θεόν τις
ἀγλαϊζέτω, ὁ γὰρ ἄριστος ὄλβων.
ἐπεί ποτε καὶ δαμασίππου
Λυδίας ἀρχαγέταν,
25εὖτε τὰν πεπ[ρωμέναν
Ζηνὸς τελε[ιοῦσαι κρίσιν
Σάρδιες Περσᾶ[ν ἐπορθεῦντο στρ]ατῷ,
Κροῖσον ὁ χρυσά[ορος
φύλαξ᾽ Ἀπόλλων. [ὁ δ᾽ ἐς ἄ]ελπτον ἆμαρ
30μολὼν πολυδ[άκρυον] οὐκ ἔμελλε
μίμνειν ἔτι δ[ουλοσύ]ναν: πυρὰν δὲ
χαλκοτειχέος π[ροπάροι]θεν αὐ[λᾶς
ναήσατ᾽, ἔνθα σὺ[ν ἀλόχῳ] τε κεδνᾷ
σὺν εὐπλοκάμοις τ᾽ ἐπέβαιν᾽ ἄλα[στον
35θυγατράσι δυρομέναις: χέρας δ᾽ ἐς
αἰπὺν αἰθέρα σφετέρας ἀείρας
γέγω]νεν: ὑπέρβιε δαῖμον,
ποῦ θεῶν ἐστιν χάρις;
ποῦ δὲ Λατοίδας ἄναξ;
40πίτνουσ]ιν Ἀλυάττα δόμοι,
¯˘¯×¯˘¯×] μυρίων
¯˘¯×¯˘¯]ν;
ׯ˘˘×˘˘˘¯˘]ν ἄστυ,
φοινίσσεται αἵματι χρυσο]δίνας
2 45Πακτωλός: ἀεικελίως γυναῖκες
ἐξ ἐϋκτίτων μεγάρων ἄγονται:
τὰ πρόσθε δ᾽ ἐχθρὰ φίλα: θανεῖν γλύκιστον.
τόσ᾽ εἶπε, καὶ ἁβροβάταν κέλευσεν
ἅπτειν ξύλινον δόμον. ἔ[κλαγ]ον δὲ
50παρθένοι, φίλας τ᾽ ἀνὰ ματρὶ χεῖρας
ἔβαλλον: ὁ γὰρ προφανὴς θνα-
τοῖσιν ἔχθιστος φόνων:
ἀλλ᾽ ἐπεὶ δεινοῦ πυρὸς
λαμπρὸν διάϊ[σσεν μέ]νος,
55Ζεὺς ἐπιστάσα[ς μελαγκευ]θὲς νέφος
σβέννυεν ξανθὰ[ν φλόγα.
ἄπιστον οὐδέν, ὅ τι θ[εῶν μέ]ριμνα
τεύχει: τότε Δαλογενὴς Ἀπόλλων
φέρων ἐς Ὑπερβορέους γέροντα
60σὺν τανισφύροις κατένασσε κούραις
δἰ εὐσέβειαν, ὅτι μέγιστα θνατῶν.
ἐς ἀγαθέαν ἀνέπεμψε Πυθώ.
ὅσοι γε μὲν Ἑλλάδ᾽ ἔχουσιν, οὔτι[ς,
ὦ μεγαίνητε Ἱέρων, θελήσει
65φάμ]εν σέο πλείονα χρυσὸν
Λοξί]ᾳ πέμψαι βροτῶν.
εὖ λέγ]ειν πάρεστιν, ὅσ-
τις μὴ φθόνῳ πιαίνεται,
θεοφι]λῆ φίλιππον ἄνδρ᾽ ἀρήϊον,
70τεθμ]ίου σκᾶπτρον Διὸς
ἰοπλό]κων τε μέρο[ς ἔχοντ]α Μουσᾶν:
ὡς δ᾽ ἐν] Μαλέᾳ ποτέ, [χεῖμα δαί]μων
ἐπ᾽ ἔθ]νος ἐφάμερον α[ἶψ᾽ ἵησι.
καίρι]α σκοπεῖς: βραχ[ὺς ἄμμιν αἰών:
75δολό]εσσα δ᾽ ἐλπὶς ὑπ[ὸ κέαρ δέδυκεν
ἐφαμ]ερίων: ὁ δ᾽ ἄναξ [Ἀπόλλων
ὁ βουκό]λος εἶπε Φέρη[τος υἷι:
3 θνατὸν εὖντα χρὴ διδύμους ἀέξειν
γνώμας, ὅτι τ᾽ αὔριον ὄψεαι
80μοῦνον ἁλίου φάος,
χὥτι πεντήκοντ᾽ ἔτεα
ζωὰν βαθύπλουτον τελεῖς.
ὅσια δρῶν εὔφραινε θυμόν: τοῦτο γὰρ
κερδέων ὑπέρτατον.
85φρονέοντι συνετὰ γαρύω: βαθὺς μὲν
αἰθὴρ ἀμίαντος: ὕδωρ δὲ πόντου
οὐ σάπεται: εὐφροσύνα δ᾽ ὁ χρυσός:
ἀνδρὶ δ᾽ οὐ θέμις, πολιὸν π[αρ]έντα
γῆρας, θάλειαν αὖτις ἀγκομίσσαι
90ἥβαν. ἀρετᾶ[ς γε μ]ὲν οὐ μινύθει
βροτῶν ἅμα σ[ώμα]τι φέγγος, ἀλλὰ
Μοῦσά νιν τρ[έφει]. Ἱέρων, σὺ δ᾽ ὄλβου
κάλλιστ᾽ ἐπεδ[είξ]αο θνατοῖς
ἄνθεα: πράξα[ντι] δ᾽ εὖ
95οὐ φέρει κόσμον σιω-
πά: σὺν δ᾽ ἀλαθείᾳ καλῶν
καὶ μελιγλώσσου τις ὑμνήσει χάριν
Κηΐας ἀηδόνος.