previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

49. ἐγένετο δὲ μάχη τοιάδε. πρῶτον μὲν οἱ σαλπικταὶ πάντες ἅμα τὸ πολεμικὸν ἀπὸ συνθήματος ἐβόησαν, ἔπειτα δὲ οἵ τε στρατιῶται καὶ λοιπὸς ὄχλος πᾶς ἐπηλάλαξε, καὶ οἱ μὲν τὰ δόρατα πρὸς τὰς ἀσπίδας, οἱ δὲ καὶ λίθους πρὸς [2] τὰ χαλκᾶ σκεύη προσεπέκρουσαν. καί σφων τὴν ἠχὴν τὰ ὄρη ἔγκοιλα ὄντα καὶ ὑπεδέξατο καὶ ἀνταπέδωκε φρικωδεστάτην, ὥστε τοὺς βαρβάρους ἐξαπιναίως ἔν τε τῇ νυκτὶ καὶ ἐν τῇ ἐρημίᾳ αὐτῶν ἀκούσαντας δεινῶς ἐκπλαγῆναι ὡς καὶ [3] δαιμονίῳ τινὶ πάθει περιπεπτωκότας. κἀν τούτῳ οἱ Ῥωμαῖοι πανταχόθεν ἀπὸ τῶν μετεώρων λίθοις τοξεύμασιν ἀκοντίοις βάλλοντες πάντως γέ τινας [p. 82] ὑπὸ τοῦ πλήθους αὐτῶν ἐτίτρωσκον καὶ ἐς πᾶν κακοῦ σφας κατέστησαν: οὔτε γὰρ ἐς παράταξιν ἀλλ᾽ ἐς πορείαν ἐσταλμένοι, καὶ ἐν ταὐτῷ τοῖς τε ἵπποις καὶ ταῖς καμήλοις καὶ παντοδαποῖς σκεύεσι 1 καὶ οἱ ἄνδρες καὶ αἱ γυναῖκες ἀναστρεφόμενοι, [4] καὶ οἱ μὲν ἐπὶ κελήτων, οἱ δὲ ἐφ᾽ ἁρμάτων τῶν τε καμαρῶν καὶ τῶν ἁρμαμαξῶν ἀναμὶξ ὀχούμενοι, καὶ οἱ μὲν ἤδη τιτρωσκόμενοι, οἱ δὲ προσδεχόμενοι τρωθήσεσθαι, ἐταράσσοντο, κἀκ τούτου ῥᾷον, ἅτε καὶ ἀλλήλοις ἐμπελαζόμενοι, ἐφθείροντο. [5] καὶ ταῦτα μέν, ἕως ἄπωθεν ἐβάλλοντο, ἔπασχον: ἐπεὶ δὲ ἐξαναλώσαντες οἱ Ῥωμαῖοι τὴν πόρρωθεν ἀλκὴν ἐπικατέδραμόν 2 σφισιν, ἐφονεύετο μὲν τὰ περιέσχατα ῾καὶ ἐξήρκει πρὸς τὸν θάνατον αὐτοῖς μία πληγὴ ἅτε καὶ ψιλοῖς οὖσι τοῖς πλείοσἰ, συνεπιέζετο δὲ τὰ μέσα, πάντων ἐπ᾽ αὐτὰ 3 ὑπὸ τοῦ πέριξ δέους χωρούντων. [6] καὶ οὕτω καὶ ὑπ᾽ ἀλλήλων ὠθούμενοι καὶ συμπατούμενοι διώλλυντο, οὐδ᾽ εἶχον οὐδὲν οὔτε ἑαυτοῖς ἐπαρκέσαι οὔτε ἐς τοὺς πολεμίους τολμῆσαι: ἱππῆς γὰρ καὶ τοξόται τὸ πλεῖστον ὄντες ἄποροι μὲν ἐν τῷ σκότῳ προϊδέσθαι τι, ἄποροι δὲ ἐν τῇ στενοχωρίᾳ μηχανήσασθαι ἐγίγνοντο. ἐπειδὴ δὲ σελήνη ἀνέτειλεν, οἱ μὲν ἔχαιρον ὡς καὶ ἐν τῷ φωτὶ πάντως τινὰς 4 [7] ἀμυνούμενοι. κἂν ὠφελήθησάν τι, εἰ μὴ οἱ Ῥωμαῖοι κατόπιν αὐτὴν ἔχοντες, πολλήν σφισι πλάνην, τοτὲ μὲν τῇ τοτὲ δὲ τῇ προσπίπτοντες, καὶ ἐν τῇ ὄψει καὶ ἐν τῷ ἔργῳ ἐνεποίουν. πάμπολλοί [p. 84] τε γὰρ ὄντες καὶ ἐπὶ βαθύτατον κοινῇ πάντες ἀποσκιάζοντες ἔσφαλλον αὐτούς, ἐν γε 5 οὔπω 6 [8] προσέμισγόν σφισιν: ἐς γὰρ τὸ κενὸν οἱ βάρβαροι, ὡς καὶ ἐγγὺς αὐτῶν ὄντων, μάτην ἔπαιον, καὶ ὁμόσε χωρήσαντες ἐν τῇ σκιᾷ μὴ προσδεχόμενοι ἐτιτρώσκοντο. καὶ οὕτως ἀπέθανον αὐτῶν πολλοὶ καὶ ἑάλωσαν οὐκ ἐλάττους. συχνοὶ δὲ καὶ διέφυγον, ἄλλοι τε καὶ Μιθριδάτης.

1 skeu/esi Naber, ou)=si L.

2 e)pikate/dramon Leuncl., e)/peita kate/dramon L.

3 e)p' au)ta\ Leuncl., u(p' au)ta\ L.

4 tina\s Bs., tina\ L.

5 ge St., te L.

6 ou)/pw Rk., ou(/tw L

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: