previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

23. καὶ ταῦτα μέν, ἕως 1 ἔτι 2 πρὸς μόνους τοὺς ἐμφανεῖς πολεμίους 3 ἐμάχοντο, ἔπασχον: γὰρ Ἄβγαρος οὐκ εὐθὺς αὐτοῖς ἐπεχείρησεν: ἐπεὶ δὲ καὶ ἐκεῖνος ἐπέθετο, ἐνταῦθα οἱ Ὀρροηνοὶ αὐτοί τε ὄπισθεν ἐς τὰ γυμνὰ ἀπεστραμμένους 4 σφᾶς ἔπαιον καὶ τοῖς ἄλλοις ῥᾷον φονεύειν παρεῖχον. τὴν γὰρ τάξιν, ὅπως ἀντιπρόσωποι αὐτοῖς γένωνται, ἐξελίξαντες ὄπισθέν σφων τοὺς Πάρθους [2] ἐποιήσαντο. αὖθίς τε οὖν πρὸς αὐτοὺς μετεστράφησαν, [p. 440] καὶ πάλιν αὖθις πρὸς ἐκείνους, εἶτα πρὸς τούτους. κἀκ τοῦ τοιούτου μᾶλλον ἐπιταραχθέντες, ἅτε καὶ συνεχῶς δεῦρο κἀκεῖσε μεθιστάμενοι καὶ πρὸς τὸ ἀεὶ τιτρῶσκον ἀποβλέπειν ἀναγκαζόμενοι, τοῖς τε ξίφεσι τοῖς σφετέροις περιέπιπτον καὶ [3] πολλοὶ καὶ ὑπ᾽ ἀλλήλων ἀπώλοντο. τέλος δὲ ἐς στενὸν οὕτω κατεκλείσθησαν, ἀναγκαζόμενοι, τῶν πολεμίων ἀεί σφισι πανταχόθεν ἅμα προσπιπτόντων, ταῖς τῶν παραστατῶν ἀσπίσι τὰς γυμνώσεις σφῶν προστέλλειν, ὥστε μηδὲ κινηθῆναι ἔτι δυνηθῆναι. οὐ μὴν οὐδὲ τὴν στάσιν βεβαίαν ὑπὸ τοῦ πλήθους τῶν νεκρῶν εἶχον, ἀλλὰ καὶ περὶ ἐκείνοις [4] ἀνετρέποντο. τό τε καῦμα καὶ τὸ δίψος ῾μεσοῦντός τε γὰρ τοῦ θέρους καὶ ἐν μεσημβρίᾳ ταῦτ᾽ ἐγίγνετὀ καὶ κονιορτός ῾ὅπως γὰρ ὅτι πλεῖστος αἴροιτο, πάντες σφᾶς οἱ βάρβαροι περιίππευον᾽ δεινῶς τοὺς λοιποὺς συνῄρει, καὶ συχνοὶ καὶ ὑπὸ

1 e(/ws St., w(s L.

2 e)/ti Xyl., e)pi\ L.

3 polemi/ous Leuncl., pole/mous L.

4 a)pestramme/nous Rk., e)pestramme/nous L.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: