previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

26. γνοὺς δὲ τοῦτο Σουρήνας, καὶ φοβηθεὶς μὴ μεταστάντες ποι αὖθίς σφισι προσπολεμῶσι, προσβαλεῖν μὲν πρὸς τὰ μετέωρα ἄφιππα ὄντα οὐκ ἠθέλησεν ῾ὁπλῖταί τε γὰρ ὄντες καὶ ἐξ ὑπερδεξίων μαχόμενοι, καί τι καὶ 1 ἀπονοίας ὑπ᾽ ἀπογνώσεως ἔχοντες, οὐ ῥᾴδιοι προσμῖξαί οἱ ἐγένοντὀ, πέμπει δὲ πρὸς αὐτοὺς ἐς σπονδὰς δῆθέν σφας προκαλούμενος, ἐφ᾽ τὴν ἐντὸς τοῦ Εὐφράτου [2] πᾶσαν ἐκλίπωσι. 2 καὶ αὐτῷ Κράσσος οὐδὲν ἐνδοιάσας ἐπίστευσεν: ἔν τε γὰρ ἀκμῇ τοῦ δέους ὢν καὶ ὑπ᾽ ἐκπλήξεως τῆς τε ἰδίας ἅμα καὶ τῆς δημοσίας συμφορᾶς τεθολωμένος, καὶ προσέτι καὶ τοὺς στρατιώτας τήν τε ὁδὸν ὡς πολλὴν καὶ τραχεῖαν ὀκνοῦντας καὶ τὸν Ὀρώδην φοβουμένους ὁρῶν, [3] οὐδὲν τῶν δεόντων προϊδέσθαι ἠδυνήθη. ἑτοίμου 3 οὖν αὐτοῦ πρὸς τὰς σπονδὰς γενομένου Σουρήνας οὐκ ἠθέλησε δι᾽ ἑτέρων σπείσασθαι, ἀλλ᾽ ὅπως αὐτὸν μετ᾽ ὀλίγων ἀπολαβὼν συλλάβῃ, αὐτῷ [4] ἐκείνῳ ἔφη βούλεσθαι ἐς λόγους ἐλθεῖν. κἀκ τούτου δόξαν σφίσιν ἐν τῷ μεταιχμίῳ 4 μετ᾽ ἴσων ἀνδρῶν ἑκατέρωθεν συμβαλεῖν ἀλλήλοις, τε Κράσσος ἐς τὸ ὁμαλὸν ὑποκατέβη, καὶ Σουρήνας ἵππον αὐτῷ δῶρον, ἵνα δὴ θᾶσσον πρὸς αὐτὸν

1 kai\ Reim., kai\ di' L.

2 e)kli/pwsi Bk., e)klei/pwsi L.

3 e(toi/mou R. Steph., e(toi/mous L.

4 metaixmi/w| Turn., metai/xmwi L.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: