previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

29. ἀποκλινόντων. ἁμαρτόντες δὲ τῆς Ἀντιοχείας ῾ὅ τε γὰρ Κάσσιος ἰσχυρῶς αὐτοὺς ἀπεκρούσατο, καὶ ἐκεῖνοι ἀδύνατοι πολιορκῆσαί τι ἦσαν᾽ ἐπ᾽ Ἀντιγόνιαν ἐτράποντο. καὶ ἐπειδὴ τό τε προάστειον αὐτῆς σύμφυτον ἦν, καὶ οὐκ ἐθάρσησαν, ἀλλ᾽ [2] οὐδὲ ἠδυνήθησαν ἐς αὐτὸ ἐσελάσαι, ἐνενόησαν μὲν τά τε δένδρα κόψαι καὶ τὸ χωρίον πᾶν ψιλῶσαι, ὅπως καὶ θαρσούντως καὶ ἀσφαλῶς τῇ πόλει προσμίξωσι, μὴ δυνηθέντες δέ ῾ὅ τε γὰρ πόνος πολὺς ἐγίγνετο καὶ χρόνος ἄλλως ἀναλοῦτο, τε Κάσσιος τοὺς ἀποσκεδαννυμένους σφῶν ἐλύπεἰ ἀπανέστησαν ὡς καὶ ἐπ᾽ ἄλλο τι ἐπιστρατεύσοντες. 1 [3] κἀν τούτῳ Κάσσιος ἔς τε τὴν ὁδὸν δι᾽ ἧς ἀποπορεύεσθαι ἔμελλον ἐλόχισε, κἀνταῦθα ἐπιφανείς σφισι μετ᾽ ὀλίγων ἔς τε δίωξιν αὐτοὺς ὑπηγάγετο, καὶ περιστοιχισάμενος ἄλλους τε καὶ [p. 450] τὸν Ὠσάκην ἀπέκτεινε. τελευτήσαντος δ᾽ ἐκείνου πᾶσαν τὴν Συρίαν Πάκορος ἐξέλιπε, καὶ οὐδ᾽ αὖθίς ποτε ἐς αὐτὴν ἐσέβαλεν.

1 e)pistrateu/sontes R. Steph., e)pistrateu/ontes L.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: