previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

55. τε οὖν Μίλων οὕτως ἑάλω, καὶ Ῥοῦφος τε Πλάγκος 1 ἐπειδὴ πρῶτον ἐκ τῆς ἀρχῆς ἐξῆλθον, ἄλλοι τε σὺν αὐτοῖς συχνοὶ διὰ τὴν τοῦ βουλευτηρίου ἔμπρησιν, καίτοι τῷ [p. 490] Πλάγκῳ καὶ τοῦ Πομπηίου συσπουδάσαντος, 2 ὥστε καὶ βιβλίον ἔπαινόν τε ἅμα αὐτοῦ καὶ [2] ἱκετείαν ἔχον ἐς τὸ δικαστήριον ἔπεμψεν: γὰρ Κάτων Μᾶρκος ῾δικάζειν δὲ ἔμελλεν᾽ οὐκ ἔφη τὸν ἐπαινέτην ἐπὶ τῇ τῶν ἑαυτοῦ νόμων καταλύσει προσίεσθαι. καὶ μὲν οὐκέτι τὴν ψῆφον ἔδωκεν: γὰρ Πλάγκος ὡς καὶ τὴν καθαιρήσουσαν αὐτὸν οἴσοντα ἐξέκρινεν ῾ἐξῆν γάρ, ἐκ τῶν Πομπηίων νόμων, πέντε ἑκατέρῳ τῶν διαδικούντων ἐκ τῶν δικάσειν σφίσι μελλόντων [3] ἀπολέγειν᾽: οἱ μέντοι ἄλλοι δικασταὶ κατεψηφίσαντο αὐτοῦ. οὔτε γὰρ ἄλλως ὀρθῶς ἔχειν ἔδοξέ σφισι, τοῦ Ῥούφου κατεγνωκόσιν, ἐκεῖνον ἐπὶ τοῖς αὐτοῖς κρινόμενον ἀφεῖναι: καὶ ἐπειδὴ τὸν Πομπήιον συναιρόμενόν οἱ εἶδον, ἀντεσπούδασαν αὐτῷ, μὴ καὶ δοῦλοί τινες ἄντικρυς αὐτοῦ μᾶλλον δικασταὶ νομισθῶσιν [4] εἶναι. καίπερ καὶ τότε Κικέρων οὐδὲν βέλτιον τοῦ Πλάγκου κατηγόρησεν ὑπὲρ τοῦ Μίλωνος ἀπελογήσατο: τε γὰρ τοῦ δικαστηρίου ὄψις αὐτὴ ἦν, καὶ Πομπήιος ἐν ἑκατέρῳ τἀναντία οἱ καὶ ἐβουλεύετο καὶ ἔπραττεν, ὅθεν οὐχ ἥκιστα αὗθις αὐτῷ προσέκρουσε.

1 *pla/gkos R. Steph., pla/xnos L.

2 suspouda/santos R. Steph., spouda/santos L.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: