previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

8. ἐπειδὴ γὰρ ἐν μιᾷ ποτε ἡμέρᾳ τά τε πλείω καὶ τὰ μείζω σφῶν ψηφισάμενοι ῾πλὴν γὰρ τοῦ Κασσίου καί τινων ἄλλων, οἳ περιβόητοι ἐπὶ τούτῳ ἐγένοντο, οὐ μέντοι καὶ ἔπαθόν τι, ἐξ οὗπερ καὶ τὰ μάλιστα ἐπιείκεια αὐτοῦ διεφάνη, τοῖς γε ἄλλοις ὁμοθυμαδὸν ἐγνώσθἠ προσῆλθον αὐτῷ ἐν τῷ τοῦ Ἀφροδισίου προνάῳ καθημένῳ ὡς καὶ πάντες ἅμα τὰ δεδογμένα σφίσιν ἀπαγγελοῦντες [2] ῾ἀπόντος γὰρ αὐτοῦ τὰ τοιαῦτα, τοῦ μὴ δοκεῖν ἀναγκαστοὶ ἀλλ᾽ ἐθελονταὶ αὐτὰ ποιεῖν, ἐχρημάτιζον᾽, καθήμενός 1 σφας, εἴτ᾽ οὖν θεοβλαβείᾳ τινὶ εἴτε καὶ περιχαρείᾳ, προσεδέξατο, καὶ ὀργὴν ἐκ τούτου πᾶσιν, οὐχ ὅτι τοῖς βουλευταῖς ἀλλὰ καὶ τοῖς ἄλλοις, τοσαύτην ἐνέβαλεν ὥστε ἐν τοῖς μάλιστα πρόφασιν τῆς ἐπιβουλῆς τοῖς ἀποκτείνασιν [3] αὐτὸν παρασχεῖν. ἔλεγον μὲν γὰρ ἀπολογούμενοί τινες ὑπὲρ αὐτοῦ μετὰ ταῦτα ὅτι τῆς τε κοιλίας ἀκρατὴς ὑπὸ διαρροίας ἐγεγόνει, καὶ διὰ τοῦτο, ἵνα μὴ ἐξιδίσῃ, κατέμεινεν: οὐ μέντοι καὶ πείθειν τοὺς πολλοὺς ἐδύναντο διὰ τὸ μετ᾽ οὐ πολὺ ἐξεγερθέντα αὐτὸν αὐτοποδίᾳ οἴκαδε κομισθῆναι, [4] ἀλλ᾽ ὑπετόπουν τε 2 αὐτὸν ὑπεραυχεῖν, καὶ δὴ ἐμίσουν 3 ὡς ὑπερήφανον ὃν αὐτοὶ ταῖς ὑπερβολαῖς τῶν τιμῶν ὑπέρφρονα ἐπεποιήκεσαν. τούτου δὲ δὴ τοιούτου γενομένου προσεπηύξησε τὴν ὑποψίαν ὅτι καὶ δικτάτωρ διὰ βίου μετὰ ταῦτα ἀποδειχθεὶς ἠνέσχετο. [p. 322]

1 kaqh/menos Xiph., kaqh/menoi L.

2 te Pflugk, ge L.

3 dh\ e)mi/soun Rk., diemi/soun L.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: