previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

1. Ἀντώνιος μὲν δὴ ταῦτ᾽ ἐποίει, δὲ δὴ Γάϊος Ὀκτάουιος Καιπίας ῾οὕτω γὰρ τῆς Ἀττίας τῆς τοῦ Καίσαρος ἀδελφιδῆς 1 υἱὸς ὠνομάζετὀ ἦν μὲν ἐξ Οὐελιτρῶν τῶν Οὐολσκίδων, ὀρφανὸς δὲ ὑπὸ τοῦ Ὀκταουίου τοῦ πατρὸς καταλειφθεὶς ἐτράφη μὲν παρά τε τῇ μητρὶ καὶ παρὰ τῷ ἀνδρὶ 2 αὐτῆς Λουκίῳ Φιλίππῳ, αὐξηθεὶς δὲ συνδιέτριβε τῷ [2] Καίσαρι: ἄπαις τε γὰρ ἐκεῖνος ὢν καὶ μεγάλας ἐπ᾽ αὐτῷ ἐλπίδας ἔχων ἠγάπα τε καὶ περιεῖπεν αὐτόν, ὡς καὶ τοῦ ὀνόματος καὶ τῆς ἐξουσίας τῆς τε μοναρχίας διάδοχον καταλείψων, ἄλλως τε καὶ [p. 408] ὅτι Ἀττία δεινῶς ἰσχυρίζετο ἐκ τοῦ Ἀπόλλωνος αὐτὸν κεκυηκέναι, ὅτι καταδαρθοῦσά ποτε ἐν ναῷ αὐτοῦ δράκοντί τινι μίγνυσθαι ἐνόμισε καὶ διὰ [3] τοῦτο τῷ ἱκνουμένῳ χρόνῳ ἔτεκε. πρίν τε ἐς τὸ φῶς ἐξιέναι, ἔδοξεν ὄναρ τὰ σπλάγχνα ἑαυτῆς ἐς τὸν οὐρανὸν ἀναφέρεσθαι καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἐπεκτείνεσθαι: καὶ τῇ αὐτῇ νυκτὶ καὶ Ὀκτάουιος ἐκ τοῦ αἰδοίου αὐτῆς τὸν ἥλιον ἀνατέλλειν ἐνόμισεν. ἄρτι τε παῖς ἐγεγέννητο, καὶ Νιγίδιος Φίγουλος 3 βουλευτὴς παραχρῆμα αὐτῷ τὴν [4] αὐταρχίαν ἐμαντεύσατο: ἄριστα γὰρ τῶν 4 καθ᾽ ἑαυτὸν τήν τε τοῦ πόλου διακόσμησιν καὶ τὰς τῶν ἀστέρων διαφοράς, ὅσα τε καθ᾽ ἑαυτοὺς γιγνόμενοι καὶ ὅσα συμμιγνύντες ἀλλήλοις ἔν τε ταῖς ὁμιλίαις καὶ ἐν ταῖς διαστάσεσιν ἀποτελοῦσι, διέγνω, καὶ κατὰ τοῦτο καὶ αἰτίαν ὥς τινας ἀπορρήτους [5] διατριβὰς ποιούμενος ἔσχεν. οὗτος οὖν τότε τὸν Ὀκτάουιον βραδύτερον ἐς τὸ συνέδριον διὰ τὸν τοῦ παιδὸς τόκον ῾ἔτυχε γὰρ βουλὴ οὖσἀ ἀπαντήσαντα ἀνήρετο διὰ τί ἐβράδυνε, καὶ μαθὼν τὴν αἰτίαν ἀνεβόησεν ὅτιδεσπότην ἡμῖν ἐγέννησας,’ καὶ αὐτὸν ἐκταραχθέντα ἐπὶ τούτῳ καὶ διαφθεῖραι τὸ παιδίον ἐθελήσαντα ἐπέσχεν, εἰπὼν ὅτι ἀδύνατόν ἐστι τοιοῦτό τι αὐτὸ παθεῖν. τότε

1 a)delfidh=s Xyl., a)delfh=s LM Xyl. Zon.

2 a)ndri\ Xyl., a)delfw=| LM Xyl.

3 *fi/goulos R. Steph., fi/boulos LM Xiph. Zon.

4 tw=n Xiph., om. LM.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: