previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

43. ἐπιβουλεύσαντας 1 ὑμῖν ἠμυνάμην. εἰ δέ τις ὑμῶν ταῦτα μὲν ὀρθῶς ἡγεῖται λέγεσθαι, πρέσβεις δὲ πρότερον ἡμᾶς πρὸς αὐτὸν ἀποστεῖλαι δεῖν οἴεται, καὶ ἔπειτα μαθόντας τὴν γνώμην αὐτοῦ, ἂν μὲν ἑκὼν ἀπαλλάττηται τῶν ὅπλων καὶ 2 ὑμῖν αὑτὸν ἐπιτρέπῃ, τὴν ἡσυχίαν [2] ἄγειν, ἂν δὲ ἐπὶ τῶν αὐτῶν ἐπιμένῃ, τότε καὶ τὸν πόλεμον αὐτῷ ψηφισθῆναι ῾ταῦτα γὰρ πυνθάνομαί τινας παραινέσαι ὑμῖν ἐθέλειν᾽, λόγῳ μὲν εὐπρεπέστατον, 3 τῷ δὲ ἔργῳ καὶ αἰσχρὸν καὶ ἐπικίνδυνον τῇ πόλει πρᾶγμα ποιεῖ. πῶς μὲν γὰρ οὐκ αἰσχρὸν κήρυξιν ὑμᾶς καὶ πρεσβείαις πρὸς [3] τοὺς πολίτας χρῆσθαι; τοῖς μὲν γὰρ ἀλλοφύλοις καὶ ἐπικηρυκεύεσθαι καὶ διαπρεσβεύεσθαι δεῖ πρότερον καὶ ἀναγκαῖόν ἐστι, τοῖς δὲ δὴ πολίταις τοῖς ἀδικοῦσί τι παραχρῆμα τὴν τιμωρίαν ἐπάγειν, ἂν μὲν ὑπὸ ταῖς ψήφοις αὐτοὺς λάβητε, δικάζοντας, ἂν δὲ τοῖς ὅπλοις, πολεμοῦντας. [4] δοῦλοι γάρ εἰσι πάντες οἱ τοιοῦτοι καὶ ὑμῶν καὶ τοῦ δήμου καὶ τῶν νόμων, ἄν τε ἐθέλωσιν ἄν τε καὶ μή: καὶ οὔτε θρύπτειν αὐτοὺς οὔτε ἐξ ἴσου τοῖς ἐλευθερωτάτοις ἄγειν προσῆκόν ἐστιν, ἀλλ᾽ ὥσπερ τοὺς οἰκέτας τοὺς ἀποδιδράσκοντας καὶ

1 e)pibouleu/santas R. Steph., e)pibouleu/santa LM.

2 kai\ L, om. M.

3 eu)prepe/staton Xyl., eu)prepesta/twi LM.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: