previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

23. ἐπὶ μὲν δὴ τοῦ τε Κλαυδίου τοῦ τε Νωρβανοῦ τοῦθ᾽ οὕτως ἐγένετο, τῷ δ᾽ ἐπιγιγνομένῳ ἔτει οἱ μὲν Ῥωμαῖοι οὐδὲν ἐν τῇ Συρίᾳ λόγου ἄξιον ἔπραξαν: Ἀντώνιος μὲν γὰρ ἔς τε τὴν Ἰταλίαν ἀφικνούμενος καὶ ἐκεῖσε αὖθις ἐπανιὼν πάντα τὸν [2] ἐνιαυτὸν κατέτριψε, Σόσσιος δέ, ἅτε τὰ ἐκείνου ἀλλ᾽ οὐ τὰ ἑαυτοῦ ἐπαύξων, καὶ διὰ τοῦτο καὶ τὸν φθόνον τήν τε ὀργὴν αὐτοῦ φοβούμενος, διετέλεσε διασκοπῶν οὐχ ὅπως προσκατορθώσας τι ἀπεχθήσοιτό οἱ, ἀλλ᾽ ὅπως ἡσυχίαν ἄγων χαρίσαιτο: τὰ δὲ δὴ τῶν Πάρθων ἰσχυρῶς αὐτὰ καθ᾽ ἑαυτὰ [3] ἐκ τοιοῦδέ τινος ἐνεωτερίσθη. Ὀρώδης βασιλεὺς αὐτῶν ἐπειδὴ τῇ τε ἡλικίᾳ καὶ τῷ πένθει τῷ τοῦ Πακόρου ἔκαμνε, Φραάτῃ τῷ πρεσβυτάτῳ τῶν λοιπῶν παίδων τὴν ἀρχὴν ζῶν ἔτ᾽ ἐνεχείρισε, καὶ ὃς παραλαβὼν αὐτὴν ἀνοσιώτατος ἀνθρώπων [4] ἐγένετο: τούς τε γὰρ ἀδελφοὺς τοὺς ἐκ τῆς τοῦ Ἀντιόχου θυγατρὸς γεγεννημένους ἐδολοφόνησεν, ὅτι καὶ τὴν ἀρετὴν καὶ τὸ γένος τὸ μητρόθεν ἀμείνους αὐτοῦ ἦσαν, καὶ αὐτὸν ἐκεῖνον δυσανασχετοῦντα ἐπὶ τούτῳ ἐπαπέκτεινε, καὶ μετὰ ταῦτα [5] καὶ τῶν ἄλλων τοὺς γενναιοτάτους ἔφθειρε, καὶ πολλὰ ἕτερα καὶ δεινὰ ἐποίει, ὥστε συχνοὺς τῶν πρώτων ἐγκαταλιπόντας αὐτὸν τοὺς μὲν ἄλλοσε τοὺς δὲ καὶ πρὸς τὸν Ἀντώνιον ἀποχωρῆσαι, ἐν οἷς καὶ Μοναίσης 1 ἦν. τοῦτο μὲν ἐπὶ τοῦ Ἀγρίππου καὶ ἐπὶ τοῦ

1 monai/shs M, monai/sshs L.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: