previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

43. τῷ δ᾽ ὑστέρῳ ἔτει ἀγορανόμος Ἀγρίππας ἑκὼν ἐγένετο, καὶ πάντα μὲν τὰ οἰκοδομήματα τὰ κοινὰ πάσας δὲ τὰς ὁδούς, μηδὲν ἐκ τοῦ δημοσίου λαβών, ἐπεσκεύασε, τούς τε ὑπονόμους ἐξεκάθηρε, καὶ [2] ἐς τὸν Τίβεριν δι᾽ αὐτῶν ὑπέπλευσε. κἀν τῷ ἱπποδρόμῳ σφαλλομένους τοὺς ἀνθρώπους περὶ τὸν τῶν διαύλων ἀριθμὸν ὁρῶν τούς τε δελφῖνας καὶ τὰ ᾠοειδῆ δημιουργήματα κατεστήσατο, ὅπως δἰ αὐτῶν αἱ περίοδοι τῶν περιδρόμων ἀναδεικνύωνται. καὶ προσέτι καὶ ἔλαιον καὶ ἅλας πᾶσι [3] διέδωκε, τά τε βαλανεῖα προῖκα δι᾽ ἔτους καὶ τοῖς ἀνδράσι καὶ ταῖς γυναιξὶ λοῦσθαι 1 παρέσχε: καὶ τοὺς κουρέας ἐν ταῖς πανηγύρεσιν, ἃς πολλὰς καὶ παντοδαπὰς ἐποίησεν ὥστε καὶ τοὺς τῶν βουλευτῶν παῖδας τὴν Τροίαν ἱππεῦσαι, ἐμισθώσατο, [4] ἵνα μηδεὶς μηδὲν αὐτοῖς ἀναλώσῃ. καὶ τέλος σύμβολά τέ τινα ἐς τὸ θέατρον κατὰ κορυφὴν ἔρριψε, τῷ μὲν ἀργύριον τῷ δὲ ἐσθῆτα τῷ δὲ ἄλλο τι φέροντα, καὶ ἄλλα πάμπολλα ὤνια ἐς τὸ μέσον [5] καταθεὶς διαρπάσαι σφίσιν ἐπέτρεψεν. Ἀγρίππας μὲν δὴ ταῦτά τε ἐποίει, καὶ τοὺς ἀστρολόγους τούς τε γόητας ἐκ τῆς πόλεως ἐξήλασεν: ὑπὸ δὲ τὰς αὐτὰς ἡμέρας δόγμα ἐγένετο μηδένα τῶν ἐς τὴν γερουσίαν τελούντων ἐπὶ λῃστείᾳ κρίνεσθαι, καὶ οὕτως οἵ τε τότε ἐν τοιαύτῃ τινὶ αἰτίᾳ ὄντες [p. 430] ἀφείθησαν, καὶ ἐς τὸ ἔπειτα ἄδειά τισι κακουργεῖν [6] ἐδόθη. δ᾽ οὖν Καῖσαρ τήν τε ὑπατείαν ῾ἦρξε γὰρ μετὰ Λουκίου Τούλλου 2 δεύτερον᾽ τῇ πρώτῃ εὐθὺς ἡμέρᾳ κατὰ τὸν τοῦ Ἀντωνίου τρόπον ἀπεῖπε, καὶ ἐς τὸ τῶν εὐπατριδῶν γένος ἐκ τοῦ πλήθους τινὰς ψηφισαμένης τῆς βουλῆς ἐσήγαγεν. [7] ἐπειδή τε Λούκιός τις Ἀσέλλιος 3 στρατηγῶν τὴν ἀρχὴν διὰ μακρὰν ἀρρωστίαν ἀφεῖναι ἠθέλησε, τὸν υἱὸν αὐτοῦ ἀνταπέδειξε: καὶ στρατηγοῦ ἑτέρου τῇ τελευταίᾳ ἡμέρᾳ ἀποθανόντος ἄλλον ἐς τὰς περιλιπεῖς ὥρας ἐφείλετο. 4 τοῦ τε Βόκχου τελευτήσαντος οὐδενὶ τὴν βασιλείαν αὐτοῦ ἔδωκεν, ἀλλ᾽ ἐς τὰ τῶν Ῥωμαίων ἔθνη αὐτὴν ἐσέγραψεν. [8] ἐπειδή τε οἱ Δελμάται παντελῶς ἐκεχείρωντο, τάς τε στοὰς ἀπὸ τῶν λαφύρων αὐτῶν καὶ τὰς ἀποθήκας τῶν βιβλίων τὰς Ὀκταουιανὰς ἐπὶ τῆς ἀδελφῆς αὐτοῦ κληθείσας κατεσκεύασεν.

1 lou=sqai Dind., lou/esqai LM Xiph.

2 *louki/ou *tou/llou Bs., *louki/ou tou= *tou/llou Xyl., louki/ou tou= a)/llou LM.

3 *)ase/llios Pighius, a)su/llios LM.

4 e)fei/leto M, a)fei/leto L.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: