previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

2. οὕτω καὶ ἐς τὸ τοῦ Καίσαρος γένος ἦγε. ταῦτά τε οὖν ἀλλήλοις ἀντενεκάλουν καί πῃ καὶ ἀνταπελογοῦντο, τὰ μὲν ἰδίᾳ σφίσιν ἐπιστέλλοντες, τὰ δὲ καὶ ἐν τῷ κοινῷ λέγων μὲν Καῖσαρ γράφων δὲ Ἀντώνιος: πρέσβεις τε ἐπὶ τῇ προφάσει ταύτῃ συνεχῶς ἀνταπέστελλον, 1 ὅπως ὅτι μάλιστα τά τε ἐγκλήματα δικαιότατα ποιεῖσθαι δόξωσι [2] καὶ τὰ ἀλλήλων ἅμα κατασκοπῶσι: κἀν τούτῳ καὶ χρήματα ὡς καὶ ἐπ᾽ ἄλλο τι ἤθροιζον, καὶ τὴν λοιπὴν τοῦ πολέμου παρασκευὴν ὡς καὶ ἐφ᾽ [p. 438] ἑτέρους τινὰς ἐποιοῦντο, μέχρις οὗ τε Δομίτιος Γναῖος καὶ Σόσσιος Γάϊος, ἀμφότεροι τῆς τοῦ Ἀντωνίου μερίδος ὄντες, ὑπάτευσαν. τότε γὰρ οὐδὲν ἔτ᾽ ἐπεκρύψαντο, ἀλλ᾽ ἄντικρυς ἐπολεμώθησαν. ἐπράχθη δὲ ὧδε. [3] μὲν Δομίτιος οὐδὲν φανερῶς, ὥς γε καὶ συμφορῶν πολλῶν πεπειραμένος, ἐνεόχμωσεν: δὲ δὴ Σόσσιος, οἷα κακῶν ἄπειρος ὤν, πολλὰ μὲν τὸν Ἀντώνιον ἐν αὐτῇ εὐθὺς τῇ νουμηνίᾳ ἐπῄνεσε, πολλὰ δὲ καὶ τὸν Καίσαρα κατέδραμε. κἂν παραχρῆμα ἐπ᾽ αὐτῷ τι ἐχρημάτισεν, εἰ μὴ [4] Νώνιος Βάλβος δημαρχῶν ἐκώλυσεν. γὰρ Καῖσαρ ὑποτοπήσας τὸ μέλλον ὑπ᾽ αὐτοῦ γενήσεσθαι, καὶ μήτε περιιδεῖν αὐτὸ μήτ᾽ αὖ ἐναντιωθεὶς προκατάρχειν τοῦ πολέμου δόξαι ἐθελήσας, τότε μὲν οὔτε ἐς τὸ βουλευτήριον ἐσῆλθεν οὔθ᾽ ὅλως ἐν τῇ πόλει διῃτήθη, ἀλλά τινα αἰτίαν πλασάμενος ἐξεδήμησε, διά τε ταῦτα καὶ ἵνα κατὰ σχολὴν πρὸς τὰ ἀγγελθέντα οἱ βουλευσάμενος [5] τὸ δέον ἐκ πλείονος λογισμοῦ πράξῃ: ὕστερον δὲ ἐπανελθὼν τήν τε γερουσίαν ἤθροισε φρουρὰν τῶν τε στρατιωτῶν καὶ τῶν φίλων ἐγχειρίδια κρύφα ἐχόντων περιβαλόμενος, 2 καὶ ἐν μέσῳ τῶν ὑπάτων ἐπὶ δίφρου ἀρχικοῦ ἱζήσας, πολλὰ μὲν αὐτόθεν ἐκ τῆς ἕδρας καὶ μέτρια ὑπὲρ ἑαυτοῦ διελέχθη, πολλὰ δὲ καὶ τοῦ Σοσσίου τοῦ τε Ἀντωνίου [6] κατηγόρησεν. ἐπειδή τε οὔτε ἄλλος τις οὔτ᾽ 3 αὐτῶν τῶν ὑπάτων οὐδέτερος φθέγξασθαί τι ἐτόλμησεν, ἐκέλευσέ σφας ἐν ῥητῇ ἡμέρᾳ αὖθις συνελθεῖν ὡς καὶ διὰ γραμμάτων τινῶν ἀδικοῦντα [p. 440] τὸν Ἀντώνιον ἐξελέγξων. οἱ οὖν ὕπατοι μήτ᾽ ἀντειπεῖν αὐτῷ θαρσοῦντες μήτε σιωπῆσαι ὑπομένοντες τῆς τε πόλεως λάθρᾳ προεξεχώρησαν καὶ μετὰ τοῦτο πρὸς τὸν Ἀντώνιον ἀπῆλθον, καί σφισι καὶ τῶν ἄλλων βουλευτῶν οὐκ ὀλίγοι [7] συνεφέσποντο. μαθὼν δὲ τοῦτο Καῖσαρ ἑκών τε αὐτοὺς ἐκπεπομφέναι ἔφασκεν, ἵνα μὴ καὶ ὡς ἀδικῶν τι ἐγκαταλελεῖφθαι ὑπ᾽ αὐτῶν δοκῇ, καὶ ἐπιτρέπειν καὶ τοῖς ἄλλοις τοῖς ἐθέλουσι 4 πρὸς τὸν Ἀντώνιον μετὰ ἀδείας ἀπᾶραι.

1 a)ntape/stellon St., a)ntepe/stellon LM.

2 peribalo/menos H. Steph., periballo/menos LM.

3 ou)/t' Rk., ou)d' LM.

4 e)qe/lousi R. Steph., qe/lousi LM.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: