previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

7. οὗτοί τε οὖν οὕτως ἔρρωντο, καὶ Ἀντώνιος τοῦτο μὲν ἀντώμοσε τοῖς ἑαυτοῦ στρατιώταις ἀκηρυκτὶ 1 πολεμήσειν, τοῦτο δὲ ὑπέσχετο τήν τε ἀρχὴν ἐντὸς δύο μηνῶν μετὰ τὴν νίκην ἀφήσειν καὶ τὸ πᾶν αὐτῆς κράτος τῇ τε γερουσίᾳ καὶ τῷ δήμῳ [2] ἀποδώσειν. μόλις τε δῆθέν τινες ἔπεισαν αὐτὸν ἕκτῳ μηνὶ τοῦτο ποιῆσαι, ἵνα δὴ κατὰ σχολὴν τὰ πράγματα καταστήσηται. καὶ μέν, εἰ καὶ τὰ μάλιστα μὴ ἔμελλεν αὐτὸ πράξειν, ἀλλ᾽ ὡς πάντῃ γε πάντως κρατήσων ἐπηγγέλλετο. τά τε γὰρ ἑαυτοῦ πολὺ τοῖς πλήθεσιν ἰσχυρότερα ἑώρα ὄντα, καὶ τὰ τῶν ἐναντίων ἀσθενώσειν δωροδοκίαις [3] ἤλπιζε: 2 χρυσίον γὰρ ὡς ἑκασταχόσε, καὶ οὐχ ἥκιστα ἔς τε τὴν ἄλλην Ἰταλίαν καὶ ἐς τὴν Ῥώμην ἐσπέμπων διεκίνει τε ὡς ἕκαστα καὶ σφετερίζεσθαι [p. 450] ἐπειρᾶτο. ὅθενπερ καὶ Καῖσαρ τά τε ἄλλα δι᾽ ἀκριβεστέρας φυλακῆς ἐποιήσατο καὶ χρήματα τοῖς στρατιώταις ἔδωκε.

1 a)khrukti\ *w, a)khruktei\ M.

2 h)/lpize R. Steph., h)/lpise *wM.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: