previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

32.

ταῦτά τε οὖν οὕτω, καὶ τἆλλα τὰ πλεῖστα καὶ μέγιστα τῶν τῷ δημοσίῳ προσηκόντων, τῇ γερουσίᾳ ἀνατίθει: τά τε γὰρ κοινὰ κοινῶς διοικεῖσθαι δεῖ, καὶ ἔστι που πᾶσιν ἀνθρώποις ἔμφυτον καὶ τὸ χαίρειν ἐφ᾽ οἷς ἂν παρὰ τοῦ κρείττονος ὡς καὶ ἰσότιμοι αὐτῷ ὄντες ἀξιωθῶσι, καὶ τὸ πάντα τὰ μετὰ σφῶν τινι γνωσθέντα καὶ ἐπαινεῖν ὡς οἰκεῖα καὶ ἀγαπᾶν ὡς αὐθαίρετα. [2] ἐς μὲν οὖν τὸ βουλευτήριον τὰ τοιαῦτα ἐσφέρεσθαί φημι χρῆναι, καὶ περὶ μὲν τῶν ἄλλων πάντας ὁμοίως τοὺς παρόντας γνώμην διδόναι, ὅταν δὲ δὴ κατηγορῆταί τις αὐτῶν, μὴ πάντας, πλὴν ἄν τις μηδέπω βουλεύῃ καὶ ἐν τοῖς [3] τεταμιευκοσιν ἔτι ὢν κρίνηται. ἄτοπον γὰρ τὸν μηδέπω δεδημαρχηκότα ἠγορανομηκότα ψῆφον κατά τινος τῶν τοιούτων φέρειν, νὴ Δία τούτων τινὰ κατὰ τῶν ἐστρατηγηκότων, καὶ ἐκείνων κατὰ τῶν ὑπατευκότων. ἀλλ᾽ οὗτοι μὲν ἐπὶ πάντας τὴν τοῦ τι ἀποφήνασθαι ἐξουσίαν ἐχέτωσαν, οἱ δ᾽ ἄλλοι ἐπί τε τοὺς ὁμοίους καὶ ἐπὶ τοὺς ὑποδεεστέρους.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: