previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

25. κἀν τῷ αὐτῷ ἔτει τούτῳ τε Πολέμων ἐν τῷ Πόντῳ βασιλεύων ἔς τε τοὺς φίλους καὶ ἐς τοὺς συμμάχους τοῦ δήμου ἀνεγράφη, 1 καὶ προεδρία τοῖς βουλευταῖς ἐν πάσῃ τῇ ἀρχῇ αὐτοῦ ἐς πάντα [2] τὰ θέατρα ἐδόθη: τόν τε Αὔγουστον ἐς τὴν [p. 258] Βρεττανίαν, ἐπειδὴ μὴ ἠθέλησαν ὁμολογῆσαι, στρατευσείοντα κατέσχον οἵ τε Σάλασσοι ἐπαναστάντες αὐτῷ καὶ οἱ Κάνταβροι οἵ τε Ἄστυρες πολεμωθέντες. οἰκοῦσι δὲ ἐκεῖνοι μὲν ὑπὸ τὰς Ἄλπεις, ὥσπερ εἴρηταί μοι, οὗτοι δὲ ἑκάτεροι τοῦ τε Πυρηναίου τοῦ 2 πρὸς τῇ Ἰβηρίᾳ τὸ καρτερώτατον [3] καὶ τὴν πεδιάδα τὴν ὑπ᾽ αὐτοῦ οὖσαν. δι᾽ οὖν ταῦτα Αὔγουστος ῾ἤδη δὲ ἔνατον μετὰ Μάρκου Σιλανοῦ ὑπάτευεν᾽ ἐπὶ μὲν τοὺς Σαλάσσους Τερέντιον Οὐάρρωνα ἔπεμψε. καὶ ὃς πολλαχῇ ἅμα, ὅπως μὴ συστραφέντες δυσχειρωτότεροι γένωνται, ἐμβαλὼν ῥᾷστά τε αὐτούς, ἅτε καὶ κατ᾽ ὀλίγους προσπίπτοντάς σφισιν, ἐνίκησε, [4] καὶ συμβῆναι καταναγκάσας ἀργύριόν τέ τι ῥητόν, ὡς καὶ μηδὲν δεινὸν ἄλλο δράσων, ᾔτησε, κἀκ τούτου 3 πανταχῇ πρὸς τὴν ἔσπραξιν δῆθεν αὐτοῦ στρατιώτας διαπέμψας συνέλαβέ τε τοὺς ἐν τῇ ἡλικίᾳ καὶ ἀπέδοτο, ἐφ᾽ μηδείς σφων [5] ἐντὸς εἴκοσιν ἐτῶν ἐλευθερωθείη. καὶ αὐτῶν ἀρίστη τῆς γῆς τῶν τε δορυφόρων τισὶν ἐδόθη, καὶ πόλιν τὴν Αὔγουσταν πραιτωριανῶν ὠνομασμένην ἔσχεν. αὐτὸς δὲ Αὔγουστος πρός τε τοὺς Αστυρας καὶ πρὸς τοὺς Καντάβρους ἅμα ἐπολέμησε, καὶ ἐπειδὴ μήτε προσεχώρουν οἱ ἅτε 4 ἐπὶ [6] τοῖς ἐρυμνοῖς ἐπαιρόμενοι, μήτε ἐς χεῖρας διά τε τὸ τῷ πλήθει ἐλαττοῦσθαι καὶ διὰ τὸ ἀκοντιστὰς τὸ πλεῖστον εἶναι ᾖσαν, 5 καὶ προσέτι καὶ πράγματα [p. 260] αὐτῷ πολλά, εἴ που κινηθείη, τά τε ὑπερδέξια ἀεὶ προκαταλαμβάνοντες καὶ ἐν τοῖς κοίλοις τοῖς τε ὑλώδεσιν ἐνεδρεύοντες παρεῖχον, ἐν ἀπόρῳ [7] παντάπασιν ἐγένετο. καὶ μὲν ἔκ τε τοῦ καμάτου καὶ ἐκ τῶν φροντίδων νοσήσας ἐς Ταρράκωνα ἀνεχώρησε καὶ ἐκεῖ ἠρρώστει: Γάιος δὲ Ἀντίστιος προσεπολέμησέ τε αὐτοῖς ἐν τούτῳ καὶ συχνὰ κατειργάσατο, οὐχ ὅτι καὶ ἀμείνων τοῦ [8] Αὐγούστου στρατηγὸς ἦν, ἀλλ᾽ ὅτι καταφρονήσαντες αὐτοῦ οἱ βάρβαροι ὁμόσε τε τοῖς Ῥωμαίοις ἐχώρησαν καὶ ἐνικήθησαν. 6 καὶ οὕτως ἐκεῖνός τέ τινα ἔλαβε, καὶ Τίτος μετὰ ταῦτα Καρίσιος τήν τε Λαγκίαν τὸ μέγιστον τῶν Ἀστύρων πόλισμα ἐκλειφθὲν εἷλε καὶ ἄλλα πολλὰ παρεστήσατο.

1 a)negra/fh Naber, e)negra/fh *wM.

2 tou= Reim., tou= te *wM.

3 tou/tou R. Steph., tou/tou tou= M, tou/tou te V.

4 oi( a(/te Dind., a(/te Bk., oi(=a/ te *wM.

5 h)=|san Dind., h)=san *wM.

6 e)nikh/qhsan M, e)kinh/qhsan V.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: