previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

1. τῷ δ᾽ ἐπιγιγνομένῳ 1 ἔτει, ἐν Μᾶρκος τε Μάρκελλος καὶ Λούκιος Ἀρρούντιος ὑπάτευσαν, τε πόλις πελαγίσαντος αὖθις τοῦ ποταμοῦ ἐπλεύσθη, καὶ κεραυνοῖς ἄλλα τε πολλὰ ἐβλήθη καὶ οἱ ἀνδριάντες οἱ ἐν τῷ Πανθείῳ, ὥστε καὶ τὸ δόρυ ἐκ τῆς τοῦ Αὐγούστου χειρὸς ἐκπεσεῖν. πονούμενοι οὖν ὑπό τε τῆς νόσου καὶ ὑπὸ τοῦ [2] λιμοῦ ῾ἔν τε γὰρ τῇ Ἰταλίᾳ πάσῃ λοιμὸς ἐγένετο καὶ τὴν χώραν οὐδεὶς εἰργάσατο: δοκῶ δ᾽ ὅτι καὶ ἐν τοῖς ἔξω χωρίοις τὸ αὐτὸ τοῦτο συνηνέχθἠ νομίσαντες οἱ Ῥωμαῖοι οὐκ ἄλλως σφίσι ταῦτα συμβεβηκέναι, ἀλλ᾽ ὅτι μὴ καὶ τότε ὑπατεύοντα [3] τὸν Αὔγουστον ἔσχον, δικτάτορα αὐτὸν ἠθέλησαν προχειρίσασθαι, καὶ τήν τε βουλὴν [p. 284] κατακλείσαντες ἐς τὸ συνέδριον ἐπηνάγκασαν τοῦτο ψηφίσασθαι, ἀπειλοῦντές σφας καταπρήσειν, καὶ μετὰ ταῦτα τὰς ῥάβδους τὰς τέσσαρας καὶ εἴκοσι λαβόντες προσῆλθον αὐτῷ, 2 δικτάτορά τε ἅμα δεόμενοι λεχθῆναι καὶ ἐπιμελητὴν τοῦ σίτου, καθάπερ ποτὲ τὸν Πομπήιον, γενέσθαι. [4] καὶ ὃς τοῦτο μὲν ἀναγκαίως ἐδέξατο, καὶ ἐκέλευσε δύο ἄνδρας τῶν πρὸ πέντε που ἀεὶ ἐτῶν ἐστρατηγηκότων πρὸς τὴν τοῦ σίτου διανομὴν κατ᾽ ἔτος αἱρεῖσθαι, τὴν δὲ δικτατορίαν οὐ προσήκατο, ἀλλὰ καὶ τὴν ἐσθῆτα προσκατερρήξατο, ἐπειδὴ μηδένα τρόπον ἄλλως σφᾶς ἐπισχεῖν, μήτε διαλεγόμενος [5] μήτε δεόμενος, ἠδυνήθη: τήν τε γὰρ ἐξουσίαν καὶ τὴν τιμὴν καὶ ὑπὲρ τοὺς δικτάτορας ἔχων, ὀρθῶς τό τε ἐπίφθονον καὶ τὸ μισητὸν

1 e)pigignome/nw| Bk., e)pigenome/nw *wM.

2 au)tw=| Zon., au)to\n *wM.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: