Hide browse bar Your current position in the text is marked in blue. Click anywhere in the line to jump to another position:
book:
book 1book 2book 3book 4book 5book 6book 7book 8book 9book 10book 11book 12book 13book 14book 15book 16book 17book 18book 19book 20book 21book 22book 23book 24book 25book 26book 27book 28book 29book 30-35
Fragments of uncertain reference
book 36book 37book 38book 39book 40book 41book 42book 48book 44book 45book 46book 46book 48book 49book 50book 51book 52book 53book 54book 55book 56book 57frbook 57book 58book 59book 60
Epitome
of book 61
book 61bbook 62book 62bbook 63book 64bbook 64book 65book 66book 67book 68book 69book 70book 12book 72book 73book 74book 75book 76book 77book 78book 79book 80book 80b
chapter:
chapter 1chapter 2chapter 3chapter 4chapter 5chapter 6chapter 7chapter 8chapter 9chapter 10chapter 11chapter 12chapter 13chapter 14chapter 15chapter 16chapter 17chapter 18chapter 19chapter 20chapter 21chapter 22chapter 23chapter 24chapter 25chapter 26chapter 27chapter 28chapter 29chapter 30chapter 31chapter 32chapter 33chapter 34chapter 35chapter 36
This text is part of:
Table of Contents:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
23. κἀν τῷ αὐτῷ τούτῳ ἔτει Οὐήδιος Πωλίων
ἀπέθανεν, ἀνὴρ ἄλλως μὲν οὐδὲν μνήμης ἄξιον
παρασχόμενος ῾καὶ γὰρ ἐξ ἀπελευθέρων 1 ἐγεγόνει
καὶ ἐν τοῖς ἱππεῦσιν ἐξητάζετο καὶ λαμπρὸν οὐδὲν
εἰργάσατὀ, ἐπὶ δὲ δὴ τῷ πλούτῳ τῇ τε ὠμότητι
ὀνομαστότατος γενόμενος, ὥστε καὶ ἐς ἱστορίας
[2]
λόγον ἐσελθεῖν. οὗτος γὰρ τὰ μὲν ἄλλα ὅσα
ἔπραττε, δι᾽ ὄχλου ἂν λεγόμενα γένοιτο, μυραίνας
[p. 340]
δὲ δεδιδαγμένας ἀνθρώπους ἐσθίειν ἐν δεξαμεναῖς
τρέφων τοὺς δούλους αὐταῖς οὓς ἐθανάτου παρέβαλλε. 2
καί ποτε τὸν Αὔγουστον ἑστιῶν, εἶτ᾽
ἐπειδὴ ὁ οἰνοχόος κύλικα κρυσταλλίνην κατέαξεν,
ἐς τὰς μυραίνας αὐτόν, μηδὲ τὸν δαιτυμόνα αἰδεσθείς,
[3]
ἐμβληθῆναι προσέταξεν. ὁ οὖν Αὔγουστος,
προσπεσόντος οἱ τοῦ παιδὸς καὶ ἱκετεύσαντος
αὐτόν, τὰ μὲν πρῶτα πείθειν τὸν Πωλίωνα
ἐπειρᾶτο μηδὲν τοιοῦτον δρᾶσαι, ὡς δ᾽ οὐχ ὑπήκουσεν
αὐτῷ, ‘φέρε,’ ἔφη, ‘πάντα τἆλλα ἐκπώματα,
ὅσα 3 ποτὲ τοιουτότροπα ἢ καὶ ἕτερά τινα
[4]
ἔντιμα κέκτησαι, ἵνα αὐτοῖς χρήσωμαι.’ καὶ
αὐτὰ κομισθέντα συντριβῆναι ἐκέλευσεν. ἰδὼν
δὲ τοῦτ᾽ ἐκεῖνος ἄλλως μὲν ἤσχαλλεν, οὔτε δὲ τοῦ
ἑνὸς ἔτι ποτηρίου πρὸς τὸ πλῆθος τῶν ἄλλων τῶν
ἀπολωλότων ὀργὴν ἔχων, οὔτ᾽ αὖ τὸν διάκονον ὧν
γε καὶ ὁ Αὔγουστος ἐπεποιήκει τιμωρήσασθαι
[5]
δυνάμενος, ἡσυχίαν καὶ ἄκων ἤγαγε. τοιοῦτος
οὖν δή τις ὁ Πωλίων ὢν ἐτελεύτησεν ἄλλοις τε
πολλοῖς πολλὰ καὶ τῷ Αὐγούστῳ τοῦ τε κλήρου
συχνὸν μέρος καὶ τὸν 4 παυσίλυπον, τὸ χωρίον τὸ
μεταξὺ τῆς τε Νέας πόλεως καὶ τῶν Πουτεόλων
ὄν, καταλιπών, τῷ τε δήμῳ περικαλλὲς ἔργον
[6]
οἰκοδομηθῆναι κελεύσας. ὁ οὖν Αὔγουστος τὴν
οἰκίαν αὐτοῦ ἐς ἔδαφος προφάσει τῆς ἐκείνου
κατασκευῆς, ὅπως μηδὲν μνημόσυνον ἐν τῇ πόλει
ἔχῃ, καταβαλὼν περίστῳον ᾠκοδομήσατο, καὶ οὐ
[p. 342]
τὸ ὄνομα τὸ τοῦ Πωλίωνος ἀλλὰ τὸ τῆς Λιουίας ἐπέγραψεν.
[7]
Τσῦτο μὲν οὖν ὕστερον ἐποίησε, τότε δὲ πόλεις
ἔν τε τῇ Γαλατίᾳ καὶ ἐν τῇ Ἰβηρίᾳ συχνὰς
ἀπῴκισε, καὶ Κυζικηνοῖς τὴν ἐλευθερίαν ἀπέδωκε,
Παφίοις τε σεισμῷ πονήσασι καὶ χρήματα ἐχαρίσατο
καὶ τὴν πόλιν Αὔγουσταν καλεῖν κατὰ
[8]
δόγμα ἐπέτρεψε. ταῦτα δὲ ἔγραψα οὐχ ὅτι οὐ 5
καὶ ἄλλαις πόλεσι πολλαῖς καὶ πρότερον καὶ
μετὰ τοῦτο καὶ αὐτὸς ὁ Αὔγουστος ἐφ᾽ ὁμοίαις
συμφοραῖς καὶ οἱ βουλευταὶ ἐπεκούρησαν, ὧν εἴ
τις ἁπάντων μνημονεύοι, ἀπέραντον ἂν τὸ ἔργον
τῆς συγγραφῆς γένοιτο: ἀλλ᾽ ὅτι καὶ τὰς ἐπωνυμίας
ταῖς πόλεσιν ἡ γερουσία ἐν μέρει τιμῆς
ἔνεμε, καὶ οὐχ ὥσπερ νῦν αὐτοὶ ἑαυτοῖς ἕκαστοι
καταλόγους ὀνομάτων οὓς ἂν ἐθελήσωσιν ὡς
πλήθει ποιοῦνται.
Dio's Roman History. Cassius Dio Cocceianus. Earnest Cary. Herbert Baldwin Foster. William Heinemann, Harvard University Press. London; New York. 1914-. Keyboarding.
Google Digital Humanities Awards Program provided support for entering this text.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.