previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

“‘6.

πικρῶς εὖ οἶδ᾽ ὅτι καὶ τραχέως δοκῶ ὑμῖν διαλέγεσθαι. ἀλλὰ πρῶτον μὲν λογίσασθε ὅτι καὶ οἱ ἰατροὶ συχνοὺς καὶ καίοντες καὶ τέμνοντες, ὅταν μὴ δύνωνται ἄλλως πως ὑγιεῖς γενέσθαι, [2] θεραπεύουσιν, ἔπειτα δὲ ὅτι οὔτε ἑκὼν οὔθ᾽ ἡδέως αὐτὰ λέγω, ὥστε ἐγὼ μὲν καὶ αὐτὸ τοῦθ᾽ ὑμῖν ἐγκαλῶ ὅτι με ἐς τούτους τοὺς λόγους προηγάγετε, ὑμεῖς δ᾽ εἴπερ ἄχθεσθε τοῖς εἰρημένοις, μὴ ποιεῖτε ταῦτα ἐφ᾽ οἷς ἀναγκαίως κακῶς ἀκούετε. εἰ γὰρ δὴ δάκνει τινὰς ὑμῶν τὰ ὑπ᾽ ἐμοῦ λεγόμενα, πῶς οὐ πολὺ μᾶλλον καὶ ἐμὲ [p. 16] καὶ τοὺς ἄλλους Ῥωμαίους πάντας τὰ ὑφ᾽ ὑμῶν [3] ποιούμενα; οὐκοῦν εἴπερ ὡς ἀληθῶς ἀσχάλλετε, μεταβάλεσθε, 1 ἵνα καὶ ἐπαινέσω ὑμᾶς καὶ διαμείψωμαι. ὅτι γὰρ οὔτε τῇ φύσει χαλεπός εἰμι, πάντα τε ὅσα προσῆκον ἦν τὸν ἀγαθὸν νομοθέτην πρᾶξαι ἀνθρωπίνως προκατεστησάμην, οὐδ᾽ αὐτοὶ ἀγνοεῖτε. [4]

ἦν μὲν γὰρ οὐδὲ πρόσθεν ἐξὸν ἀμελεῖν τισι παιδοποιίας καὶ γάμων: καὶ γὰρ ἀπ᾽ ἀρχῆς εὐθὺς ἅμα τῇ πρώτῃ τῆς πολιτείας καταστάσει ἀκριβῶς περὶ αὐτῶν ἐνομοθετήθη, καὶ μετὰ τοῦτο πολλὰ καὶ τῇ βουλῇ καὶ τῷ δήμῳ ἔδοξεν, περιττὸν [5] ἂν εἴη καταλέγειν: ἐγὼ δὲ ἐπηύξησα μὲν τὰ ἐπιτίμια τοῖς ἀπειθοῦσιν, ἵνα φόβῳ τοῦ περιπεσεῖν αὐτοῖς σωφρονίζοισθε, ἔθηκα δὲ καὶ ἆθλα τοῖς πειθαρχοῦσι τοσαῦτα καὶ τηλικαῦτα ἡλίκα καὶ ὅσα 2 ἐπ᾽ οὐδεμιᾷ ἄλλῃ ἀνδραγαθίᾳ δίδοται, ἵν᾽ εἰ καὶ διὰ μηδὲν ἄλλο, διά γε ταῦτα καὶ [6] γαμεῖν καὶ παιδοποιεῖν ἀναπείθοισθε. ἀλλ᾽ ὑμεῖς οὔτε ἐκείνων τινὸς ὀριγνηθέντες οὔτε τῶν ἐπιτιμίων τι φοβηθέντες πάντα τε αὐτὰ κατεφρονήσατε καὶ πάντα αὐτὰ ὡς οὐδὲ ἐν πόλει τινὶ οἰκοῦντες κατεπατήσατε. καὶ φατὲ μὲν τὸν εὔζωνον δὴ τοῦτον καὶ ἐλεύθερον βίον τὸν ἄγυνον καὶ ἄτεκνον ἐπανῃρῆσθαι, λῃστῶν δὲ δὴ καὶ θηρίων τῶν

’”

1 metaba/lesqe Bk., metaba/llesqe M.

2 o(/sa Dind., oi(=a M.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: