previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

19. μέχρι μὲν οὖν τοῦ χρόνου τούτου πλεῖστα χρηστὰ Τιβέριος ἔπραξε καὶ βραχέα ἐξήμαρτεν, ἐπεὶ δὲ τὸ ἐφεδρεῦον οὐκέτ᾽ εἶχεν, ἐς πᾶν τοὐναντίον τῶν πρόσθεν εἰργασμένων αὐτῷ, πολλῶν ὄντων καὶ καλῶν, περιέστη. τά τε γὰρ ἄλλα ἀγρίως ἦρξε, καὶ ταῖς τῆς ἀσεβείας δίκαις, εἴ τις οὐχ ὅσον ἐς τὸν Αὔγουστον ἀλλὰ καὶ ἐς αὐτὸν ἐκεῖνον τήν τε μητέρα αὐτοῦ πράξας τι καὶ εἰπὼν ἀνεπιτήδειον ἐπεκλήθη, δεινῶς ἐπεξῄει.” Xiph. 136, 6-13, Zon. 11, 2 (p. 6, 16-22 D.).καὶ ἐς τοὺς ὑπονοηθέντας ἐπιβουλεύειν αὐτῷ ἀπαραίτητος ἦν.” Zon. 11, 2 (p. 6, 22-23 D.).ὅτι Τιβέριος τοὺς κατηγορουμένους ἐπί τινι πικρῶς ἐκόλαζεν οὕτως ἐπιλέγωνοὐδεὶς ἑκὼν ἄρχεται ἀλλ᾽ ἄκων εἰς τοῦτο συνελαύνεται: μὴ μόνον γὰρ μὴ 1 πειθαρχεῖν τοὺς ἀρχομένους ἡδέως, ἀλλὰ καὶ ἐπιβουλεύειν τοῖς ἄρχουσι:’ καὶ προσεδέχετο τοὺς κατηγοροῦντας μὴ διακρίνων εἴτε [p. 166] δοῦλος κατὰ δεσπότου εἴτε κατὰ πατρὸς 2 υἱὸς λέγει.” Petr. Patr. Exc. Vat. 6 p. 199 Mai (p. 182, 21-27 D.).ἤδη δὲ καὶ ἐνδεικνύμενός τισιν ὅτι βούλεται τεθνάναι τινάς, δι᾽ ἐκείνων σφᾶς ἀπεκτίννυε, καὶ οὐκ ἐλάνθανε ταῦτα ποιῶν.” Zon. 11, 2 (p. 6, 23-25 D.).[2] ἐβασανίζοντο δὲ οὐχὶ οἰκέται μόνον κατὰ τῶν ἰδίων δεσποτῶν, ἀλλὰ καὶ ἐλεύθεροι καὶ πολῖται. οἵ τε κατηγορήσαντες καὶ καταμαρτυρήσαντές τινων τὰς οὐσίας τῶν ἁλισκομένων διελάγχανον, καὶ προσέτι καὶ ἀρχὰς καὶ τιμὰς προσελάμβανον. [3] πολλοὺς δὲ καὶ τὴν ἡμέραν καὶ τὴν ὥραν ἐν ἐγεγέννηντο ἐξετάζων, καὶ ἐκεῖθεν καὶ τὸν τρόπον καὶ τὴν τύχην αὐτῶν διασκοπῶν, ἀπεκτίννυεν: εἰ γάρ τῳ ὑπέρογκόν τι καὶ εὔελπι πρὸς δυναστείαν ἐνεῖδε, [4] πάντως ἀπώλλυεν. οὕτω δ᾽ οὖν τὸ πεπρωμένον ἑκάστῳ τῶν πρώτων καὶ ἐξήταζε καὶ ἠπίστατο ὥστε καὶ τῷ Γάλβᾳ τῷ μετὰ ταῦτα αὐταρχήσαντι ἀπαντήσας, γυναῖκα ἐγγεγυημένῳ, εἰπεῖν ὅτικαὶ σύ ποτε τῆς ἡγεμονίας γεύσῃ.’ ἐφείσατο γὰρ 3 αὐτοῦ, ὡς μὲν ἐγὼ δοκῶ, ὅτι καὶ τοῦτ᾽ αὐτῷ εἱμαρμένον ἦν, ὡς δ᾽ αὐτὸς ἔλεγεν, ὅτι καὶ ἐν γήρᾳ καὶ μετὰ πολὺ τῆς τελευτῆς αὐτοῦ ἄρξοι.” Xiph. 136, 13-29, Zon. 11, 2 (p. 6, 25-31 D.).ὅτι καὶ ἀφορμάς τινας φόνων Τιβέριος ἔσχε: διὰ γὰρ τὸν τοῦ Γερμανικοῦ θάνατον πολλοὶ ὡς καὶ ἐφησθέντες αὐτῷ ἀπώλοντο. συνήρατο 4 δὲ καὶ συγκατειργάσατο αὐτῷ πάντα [5] προθυμότατα Λούκιος Αἴλιος 5 Σεϊανός, 6 υἱὸς [p. 168] μὲν τοῦ Στράβωνος ὤν, 7 παιδικὰ δέ ποτε 8 Μάρκου Γαβίου 9 Ἀπικίου γενόμενος, Ἀπικίου ἐκείνου ὃς πάντας ἀνθρώπους ἀσωτίᾳ ὑπερεβάλετο οὕτως ὥστε, ἐπειδὴ μαθεῖν ποτε ἐθελήσας ὅσα τε ἤδη καταναλώκει καὶ ὅσα ἔτ᾽ εἶχεν, ἔγνω ὅτι διακόσιαι καὶ πεντήκοντα αὐτῷ μυριάδες περιεῖεν, 10 ἐλυπήθη τε ὡς καὶ λιμῷ τελευτήσειν μέλλων καὶ ἑαυτὸν [6] διέφθειρεν. οὗτος οὖν Σεϊανὸς χρόνῳ μέν τινι μετὰ τοῦ πατρὸς τῶν δορυφόρων ἦρξεν: ἐπεὶ δὲ ἐκείνου ἐς τὴν Αἴγυπτον πεμφθέντος μόνος τὴν προστασίαν αὐτῶν ἔσχε, τά τε ἄλλα συνέστησεν αὐτήν, καὶ τοὺς λόχους ἰδίᾳ καὶ χωρὶς ἀλλήλων, ὥσπερ τοὺς τῶν νυκτοφυλάκων, ὄντας ἐς ἓν τεῖχος συνήγαγεν, ὥστε τὰ παραγγέλματα καὶ ἀθρόους καὶ διὰ ταχέων λαμβάνειν, καὶ φοβεροὺς πᾶσιν [7] ἅτε καὶ ἐν ἑνὶ τείχει ὄντας εἶναι. τοῦτον οὖν Τιβέριος ἐκ τῆς τῶν τρόπων ὁμοιότητος προσλαβὼν ταῖς τε στρατηγικαῖς τιμαῖς ἐκόσμησεν, μήπω πρότερον μηδενὶ τῶν ὁμοίων οἱ 11 ἐγεγόνει, καὶ σύμβουλον καὶ ὑπηρέτην πρὸς πάντα ἐποιεῖτο. [8] τὸ μὲν οὖν σύμπαν οὕτω μετὰ τὸν τοῦ Γερμανικοῦ θάνατον μετεβάλετο ὥστε αὐτὸν μεγάλως καὶ πρότερον ἐπαινούμενον πολλῷ δὴ τότε μᾶλλον θαυμασθῆναι.” Xiph. 136, 29-137, 17, Exc. Val. 189 (p. 666). “ ”

1 mh\ Dind., tou\s mh\ cod.

2 kata\ patro\s supplied by Mai.

3 ga\r Xiph., de\ Zon.

4 sunh/rato R. Steph., sunei/rato *wCL', sunh/reto cod Peir.

5 *ai)/lios R. Steph., ai(mo/lios *w, ai(mo/lios C, ai)mi/lios L' cod. Peir.

6 *sei+ano/s Bs., siano/s Xiph., silano/s cod. Peir.

7 w)/n and de/ pote and *gabi/ou om. cod. Peir.

8 w)/n and de/ pote and *gabi/ou om. cod. Peir.

9 w)/n and de/ pote and *gabi/ou om. cod. Peir.

10 periei=en Xiph. wC, cod. Peir., e)/ti periei=en L'.

11 oi( cod. Peir., au)tw=| Xiph.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: