previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

20. ἐπεὶ δὲ Τιβέριος τὴν ὕπατον ἀρχὴν ἦρξε μετὰ τοῦ Δρούσου, εὐθὺς οἱ ἄνθρωποι τὸν ὄλεθρον τῷ Δρούσῳ ἐξ αὐτοῦ τούτου προεμαντεύσαντο: [p. 170] οὐ γὰρ ἔστιν ὅστις τῶν ὑπατευσάντων ποτὲ μετ᾽ [2] αὐτοῦ οὐ βιαίως ἀπέθανεν, ἀλλὰ τοῦτο μὲν Οὐᾶρος 1 Κυιντίλιος, τοῦτο δὲ Πίσων 2 Γναῖος τε Γερμανικὸς αὐτὸς βιαίως καὶ κακῶς 3 ἀπώλοντο. τοιούτῳ τινί, ὡς ἔοικε, διὰ βίου δαίμονι συνεκεκλήρωτο. 4 ἀμέλει καὶ Δροῦσος τότε καὶ Σεϊανὸς μετὰ ταῦτα συνάρξαντές οἱ ἐφθάρησαν. 5 [3] Ἐκδημοῦντος δὲ τοῦ Τιβερίου Γάιος Λουτώριος Πρίσκος ἱππεύς, ἄλλως τε μέγα ἐπὶ ποιήσει φρονῶν καὶ ἐπιτάφιον ἐπὶ τῷ Γερμανικῷ ἐπιφανῆ συγγράψας, ὥστε καὶ χρήματα δι᾽ αὐτὸν πολλὰ λαβεῖν, αἰτίαν ἔσχεν ὡς καὶ ἐπὶ τῷ Δρούσῳ ποίημα παρὰ τὴν νόσον αὐτοῦ συντεθεικώς, καὶ ἐκρίθη τε διὰ τοῦτο ἐν τῇ βουλῇ καὶ κατεδικάσθη [4] καὶ ἀπέθανεν. οὖν Τιβέριος ἀγανακτήσας, οὐχ ὅτι ἐκεῖνος ἐκολάσθη ἀλλ᾽ ὅτι τις ὑπὸ τῶν βουλευτῶν ἄνευ τῆς ἑαυτοῦ γνώμης ἐθανατώθη, ἐπετίμησέ τε αὐτοῖς, καὶ δόγματι παραδοθῆναι ἐκέλευσε μήτ᾽ ἀποθνήσκειν ἐντὸς δέκα ἡμερῶν τὸν καταψηφισθέντα ὑπ᾽ αὐτῶν, μήτε τὸ γράμμα τὸ ἐπ᾽ αὐτῷ γενόμενον ἐς τὸ δημόσιον ἐντὸς τοῦ αὐτοῦ χρόνου ἀποτίθεσθαι, ὅπως καὶ ἀποδημῶν προπυνθάνηται τὰ δόξαντά σφισι καὶ ἐπιδιακρίνῃ. ”

1 o( *ou)a=ros *wC, ou)/aros L'.

2 o( *pi/swn *wC, pei/swn L'.

3 biai/ws kai\ kakw=s L', kakw=s *wC.

4 sunekeklh/rwto cod. Peir., sugkeklh/rwto *wCL'.

5 e)fqa/rhsan *wC, diefqa/rhsan L'.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: