previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

2. οὕτω μὲν Τιβέριος Κλαύδιος Νέρων Γερμανικός, τοῦ Δρούσου τοῦ τῆς Λιουίας παιδὸς υἱός, τὴν αὐτοκράτορα ἀρχὴν ἔλαβε, μὴ πρὶν ἐν ἡγεμονίᾳ τινὶ τὸ παράπαν ἐξητασμένος, πλὴν ὅτι μόνον ὑπάτευσεν: ἦγε δὲ πεντηκοστὸν ἔτος τῆς ἡλικίας.” Xiph. 173, 8-174, 4, Zon. 11, 8 (p. 23, 19-24, 13 D.).ἐγένετο δὲ τὴν μὲν ψυχὴν οὐ φαῦλος 1 ἀλλὰ ἀεὶ 2 καὶ ἐν παιδείᾳ ἤσκητο, ὥστε καὶ συγγράψαι τινά, τὸ δὲ δὴ σῶμα νοσώδης, ὥστε καὶ τῇ [2] κεφαλῇ καὶ ταῖς χερσὶν ὑποτρέμειν. καὶ διὰ τοῦτο καὶ τῷ φωνήματι ἐσφάλλετο, καὶ οὐ πάντα ὅσα ἐς τὸ συνέδριον ἐσέφερεν αὐτὸς ἀνεγίγνωσκεν, ἀλλὰ τῷ ταμίᾳ, τήν γε πρώτην καὶ παρὼν ὥς γε πλήθει, ἀναλέγεσθαι ἐδίδου. ὅσα δ᾽ οὖν αὐτὸς ἀνεγίγνωσκε, καθήμενος ὡς τὸ [3] πολὺ ἐπελέγετο. καὶ μέντοι καὶ δίφρῳ καταστέγῳ πρῶτος Ῥωμαίων ἐχρήσατο, καὶ ἐξ ἐκείνου καὶ νῦν οὐχ ὅτι οἱ αὐτοκράτορες ἀλλὰ καὶ ἡμεῖς οἱ ὑπατευκότες διφροφορούμεθα: πρότερον δὲ ἄρα τε Αὔγουστος καὶ Τιβέριος ἄλλοι τέ τινες ἐν σκιμποδίοις, ὁποίοις αἱ γυναῖκες ἔτι καὶ νῦν [4] νομίζουσιν, ἔστιν ὅτε ἐφέροντο. οὐ μέντοι καὶ [p. 370] διὰ ταῦθ᾽ οὕτως, ὅσον ὑπό τε τῶν ἐξελευθέρων καὶ ὑπὸ τῶν γυναικῶν αἷς συνῆν, ἐκακύνετο. περιφανέστατα γὰρ τῶν ὁμοίων ἐδουλοκρατήθη τε ἅμα καὶ ἐγυναικοκρατήθη: ἅτε γὰρ ἐκ παίδων ἔν τε νοσηλείᾳ καὶ ἐν φόβῳ πολλῷ τραφείς, 3 καὶ διὰ τοῦτο ἐπὶ πλεῖον τῆς ἀληθείας εὐήθειαν προσποιησάμενος, ὅπερ που καὶ αὐτὸς ἐν τῇ βουλῇ [5] ὡμολόγησε, καὶ πολὺν μὲν χρόνον τῇ τήθῃ τῇ Λιουίᾳ πολὺν δὲ καὶ τῇ μητρὶ Ἀντωνίᾳ τοῖς τ᾽ ἀπελευθέροις συνδιαιτηθείς, καὶ προσέτι καὶ ἐν συνουσίαις γυναικῶν πλείοσι γενόμενος, οὐδὲν ἐλευθεροπρεπὲς ἐκέκτητο, ἀλλὰ καίπερ καὶ τῶν Ῥωμαίων ἁπάντων καὶ τῶν ὑπηκόων αὐτῶν κρατῶν ἐδεδούλωτο. ἐπετίθεντο δ᾽ αὐτῷ ἔν τε τοῖς [6] πότοις μάλιστα καὶ ἐν ταῖς μίξεσι: πάνυ γὰρ ἀπλήστως ἀμφοτέροις σφίσι προσέκειτο, καὶ ἦν ἐν τῷ καιρῷ τούτῳ εὐαλωτότατος. πρὸς δὲ καὶ δειλίαν εἶχεν, ὑφ᾽ ἧς πολλάκις ἐκπληττόμενος οὐδὲν τῶν προσηκόντων ἐξελογίζετο. καὶ αὐτοῦ καὶ τοῦτο προσλαμβάνοντες οὐκ ἐλάχιστα κατειργάζοντο: [7] ἐκεῖνόν τε 4 γὰρ ἐκφοβοῦντες ἐξεκαρποῦντο, καὶ τοῖς ἄλλοις τοσοῦτον δέος ἐνέβαλλον ὥσθ᾽, ἵνα συλλαβὼν εἴπω, πολλοὶ ἐπὶ δεῖπνον ἐν τῇ αὐτῇ ἡμέρᾳ ὑπό τε τοῦ Κλαυδίου καὶ ὑπ᾽ αὐτῶν καλούμενοι τὸν μὲν ὡς καὶ κατ᾽ ἄλλο τι παρίεντο, πρὸς δὲ ἐκείνους ἐφοίτων. ”

1 e)ge/neto de\ ... fau=los exc. Val. Zon., ou(=tos th\n me\n yuxh\n ou) fau=los e)ge/neto Xiph.; M resumes sith a)lla\.

2 a)ei\ M. om. exc. Val. Xiph. Zon.

3 trafei\s cod. Peir. Xiph. Zon., strafei\s M.

4 e)kei=no/n te Bk., kai\ e)kei=no/n te M.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: