previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

15. οἱ δὲ ἐν τῇ Ῥώμῃ ἄνθρωποι ἀκούσαντες ταῦτα, καίπερ ἀχθόμενοι, ἔχαιρον νομίζοντες αὐτὸν ἐκ τούτου γε πάντως ἀπολεῖσθαι. τῶν δὲ βουλευτῶν οἱ μὲν ἄλλοι πάντες προσεποιοῦντο χαίρειν ἐπὶ τοῖς γεγονόσι, καὶ συνήδοντο δῆθεν τῷ Νέρωνι, καὶ ἐψηφίζοντο πολλὰ οἷς ᾤοντο αὐτῷ χαριεῖσθαι: [2] Πούπλιος δὲ δὴ Θρασέας Παῖτος ἦλθε μὲν ἐς τὸ συνέδριον καὶ τῆς ἐπιστολῆς ἐπήκουσεν, ἀναγνωσθείσης δὲ αὐτῆς ἐξανέστη τε εὐθὺς πρὶν καὶ ὁτιοῦν ἀποφήνασθαι καὶ ἐξῆλθε, διότι μὲν ἤθελεν [3] εἰπεῖν οὐκ ἐδύνατο, δὲ ἐδύνατο 1 οὐκ ἤθελεν. ἐν δὲ τῷ αὐτῷ τρόπῳ καὶ τὰ ἄλλα πάντα διῆγεν: ἔλεγε γὰρ ὅτιεἰ μὲν ἐμὲ μόνον Νέρων φονεύσειν ἔμελλε, πολλὴν ἂν εἶχον τοῖς ἄλλοις ὑπερκολακεύουσιν αὐτὸν 2 συγγνώμην: εἰ δὲ καὶ ἐκείνων τῶν σφόδρα αὐτὸν ἐπαινούντων πολλοὺς τοὺς μὲν ἀνάλωκε τοὺς δὲ καὶ ἀπολέσει, τί χρὴ μάτην ἀσχημονοῦντα δουλοπρεπῶς φθαρῆναι, ἐξὸν ἐλευθερίως [4] ἀποδοῦναι τῇ φύσει τὸ ὀφειλόμενον; ἐμοῦ [p. 70] μὲν γὰρ πέρι καὶ ἔπειτα λόγος τις ἔσται, τούτων δέ, πλὴν κατ᾽ αὐτὸ τοῦτο ὅτι ἐσφάγησαν, οὐδείς.’ τοιοῦτος μὲν Θρασέας ἐγένετο, καὶ τοῦτο ἀεὶ πρὸς ἑαυτὸν ἔλεγενἐμὲ Νέρων ἀποκτεῖναι μὲν δύναται, βλάψαι δὲ οὔ.’ ”

1 e)du/nato Bk., h)du/nato *wC.

2 au)to\n Sylb., au)tw= *wC.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: