previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

17. ὅτι καὶ τὴν Δομιτίαν τὴν τηθίδα, ἣν καὶ αὐτὴν ὡς μητέρα τιμᾶν ἔλεγεν, ἐπαπέκτεινε φαρμάκῳ, οὐδ᾽ ἀνέμεινεν ὀλίγας ἡμέρας ἵν᾽ ἄλλως ὑπὸ τοῦ γήρως ἀποθάνῃ, ἀλλ᾽ ἐπεθύμησε καὶ [2] ἐκείνην ἀπολέσαι: καὶ ἔσπευσέ γε τοῦτο ποιῆσαι διὰ τὰ κτήματα αὐτῆς τὰ ἐν ταῖς Βαίαις καὶ ἐν τῇ 1 Ῥαβεννίδι 2 ὄντα, ἐν οἷς καὶ ἡβητήρια 3 εὐθὺς μεγαλοπρεπῆ κατεσκεύασεν, καὶ δεῦρο ἀνθεῖ.” Exc. Val. 241 (p. 686), Xiph. 156, 2-6 R. St.ἐπὶ δὲ δὴ τῇ μητρὶ καὶ ἑορτὴν μεγίστην δὴ καὶ πολυτελεστάτην ἐποίησεν, ὥστε ἐν πέντε καὶ 4 ἓξ ἅμα θεάτροις ἐπὶ πολλὰς ἡμέρας πανηγυρίσαι, ὅτε δὴ καὶ ἐλέφας ἀνήχθη ἐς τὴν ἀνωτάτω τοῦ [p. 74] θεάτρου ἁψῖδα, καὶ ἐκεῖθεν ἐπὶ σχοινίων κατέδραμεν [3] ἀναβάτην φέρων. ἐκεῖνο δὲ δὴ 5 καὶ αἴσχιστον καὶ δεινότατον ἅμα ἐγένετο, ὅτι καὶ ἄνδρες καὶ γυναῖκες οὐχ ὅπως τοῦ ἱππικοῦ ἀλλὰ καὶ τοῦ βουλευτικοῦ ἀξιώματος ἐς τὴν ὀρχήστραν καὶ ἐς τὸν ἱππόδρομον τό τε θέατρον τὸ κυνηγετικὸν ἐσῆλθον ὥσπερ οἱ ἀτιμότατοι, καὶ ηὔλησάν τινες αὐτῶν καὶ ὠρχήσαντο τραγῳδίας τε καὶ κωμῳδίας ὑπεκρίναντο καὶ ἐκιθαρῴδησαν, ἵππους τε ἤλασαν καὶ θηρία ἀπέκτειναν καὶ ἐμονομάχησαν, οἱ μὲν ἐθελονταὶ οἱ δὲ καὶ πάνυ ἄκοντες. [4] καὶ εἶδον οἱ τότε ἄνθρωποι τὰ γένη τὰ μεγάλα, τοὺς Φουρίους τοὺς Ὀρατίους 6 τοὺς Φαβίους τοὺς Πορκίους τοὺς Οὐαλερίους, τἆλλα πάντα ὧν τὰ τρόπαια ὧν οἱ ναοὶ ἑωρῶντο, κάτω τε ἑστηκότας καὶ τοιαῦτα δρῶντας ὧν ἔνια οὐδ᾽ ὑπ᾽ ἄλλων [5] γινόμενα ἐθεώρουν. καὶ ἐδακτυλοδείκτουν γε αὐτοὺς ἀλλήλοις, καὶ ἐπέλεγον Μακεδόνες μὲνοὗτός ἐστιν τοῦ Παύλου ἔκγονος,’ Ἕλληνες δὲοὗτος τοῦ Μομμίου,’ 7 Σικελιῶταιἴδετε τὸν Κλαύδιον,’ Ἠπειρῶταιἴδετε τὸν Ἄππιον,’ Ἀσιανοὶ τὸν Λούκιον, Ἴβηρες τὸν Πούπλιον, Καρχηδόνιοι Ἀφρικανόν, Ῥωμαῖοι δὲ πάντας. τοιαῦτα γάρ που προτέλεια τῆς αὑτοῦ 8 ἀσχημοσύνης ποιῆσαι ἠθέλησεν. ”

1 kai\ e)n th=| cod. Peir., th=| te *wC.

2 *(rabenni/di cod. Peir., r(abeni/di qala/ssh| *wC.

3 h(bhth/ria cod. Peir., nikhth/ria *wC, e)nhbhth/ria Rk. (cf. Herod. 2, 133).

4 h)\ kai\ *w, kai\ C.

5 de\ dh\ Reim., dh\ *w, dei=cai C.

6 tou\s *(orati/ous Antioch., om. wC.

7 *mommi/ou Reim., memmi/ou *wC.

8 au(tou= H. Steph., au)tou= *wC.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: