previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

15. καὶ οὗτοι μὲν ἐν οὐδενὶ λόγῳ ἀπώλλυντο, ἦν δὲ ἁπάντων νοσημάτων καὶ ἁπάντων κακουργημάτων χαλεπώτερος Ῥωμαίοις Κόμμοδος, διά τε τἆλλα καὶ ὅτι ἠναγκάζοντο, τῷ πατρὶ αὐτοῦ κατ᾽ εὔνοιαν ἐψηφίζοντο, ταῦτ᾽ ἐκείνῳ διὰ φόβον [2] ἀπονέμειν ἐξ ἐπιτάγματος. Κομμοδιανὴν γοῦν τήν τε Ῥώμην αὐτὴν καὶ τὰ στρατόπεδα Κομμοδιανά, τήν τε ἡμέραν ἐν ταῦτα ἐψηφίζετο Κομμοδιανὰ καλεῖσθαι προσέταξεν. ἑαυτῷ δὲ [p. 102] ἄλλας τε παμπόλλους ἐπωνυμίας καὶ τὴν Ἡρακλέους ἀπήνεγκε. τὴν δὲ Ῥώμην ἀθάνατον εὐτυχῆ κολωνίαν τῆς οἰκουμένης 1 ῾καὶ γὰρ ἄποικον αὐτὴν ἑαυτοῦ δοκεῖν ἐβούλετὀ ἐπωνόμασεν. [3] καὶ ἀνδριάς τε αὐτῷ χρυσοῦς χιλίων λιτρῶν μετά τε ταύρου καὶ βοὸς θηλείας ἐγένετο, καὶ τέλος καὶ οἱ μῆνες ἀπ᾽ αὐτοῦ πάντες ἐπεκλήθησαν, ὥστε καταριθμεῖσθαι αὐτοὺς οὕτως, Ἀμαζόνιος Ἀνίκητος Εὐτυχὴς Εὐσεβὴς 2 Λούκιος Αἴλιος Αὐρήλιος Κόμμοδος Αὔγουστος Ἡράκλειος Ῥωμαῖος [4] ὑπεραίρων. αὐτὸς μὲν γὰρ ἄλλοτε ἄλλα μετελάμβανε τῶν ὀνομάτων, τὸν δ᾽ Ἀμαζόνιον καὶ τὸν Ὑπεραίροντα παγίως ἑαυτῷ ἔθετο ὡς καὶ ἐν πᾶσιν ἁπλῶς πάντας ἀνθρώπους καθ᾽ ὑπερβολὴν νικῶν: οὕτω καθ᾽ ὑπερβολὴν ἐμεμήνει τὸ [5] κάθαρμα. καὶ τῇ βουλῇ οὕτως ἐπέστελλεν: ‘αὐτοκράτωρ Καῖσαρ Λούκιος Αἴλιος Αὐρήλιος Κόμμοδος Αὔγουστος Εὐσεβὴς Εὐτυχής, Σαρματικὸς Γερμανικὸς Μέγιστος Βρεττανικός, Εἰρηνοποιὸς τῆς οἰκουμένης, Ἀνίκητος, 3 Ῥωμαῖος Ἡρακλῆς, Ἀρχιερεύς, δημαρχικῆς ἐξουσίας τὸ ὀκτωκαιδέκατον, αὐτοκράτωρ τὸ ὄγδοον, ὕπατος τὸ ἕβδομον, Πατὴρ Πατρίδος, ὑπάτοις στρατηγοῖς [6] δημάρχοις 4 γερουσίᾳ Κομμοδιανῇ εὐτυχεῖ χαίρειν.’ καὶ ἀνδριάντες αὐτοῦ παμπληθεῖς ἐν Ἡρακλέους 5σχήματι ἔστησαν. καὶ τὸν αἰῶνα τὸν ἐπ᾽ αὐτοῦ χρυσοῦν τε ὀνομάζεσθαι καὶ [p. 104] ἐς τὰ γράμματα πάντα ὁμοίως ἐσγράφεσθαι ἐψηφίσθη. ”

1 th=s oi)koume/nhs Bs., oi)koume/nhn th=s gh=s *wC.

2 *eu)tuxh\s *eu)sebh/s *wC Zon., *eu)sebh\s *eu)tuxh/s Joan. Ant.

3 a)ni/khtos R. Steph., eu)tuxh\s a)ni/khtos *wC.

4 dhma/rxois Bs., following Blancus' translation, marxikoi=s *wC Zon.

5 *(hrakle/ous Zon., h(rakle/os *wC.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: