previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

10. καὶ πάντα ἁπλῶς προσανέῳξαν. ἰδόντες δ᾽ οὖν οἱ στρατιῶται τὸ μὲν πρῶτον ᾐδέσθησαν, πλὴν ἑνός, καὶ τούς τε ὀφθαλμοὺς 1 ἐς τὸ δάπεδον ἤρεισαν 2 καὶ τὰ ξίφη ἐς τοὺς κουλεοὺς ἐναπέθεντο: ἐπεὶ δὲ ἐκεῖνος προπηδήσας εἶπέ τε ὅτιτοῦτό σοι τὸ ξίφος οἱ στρατιῶται πεπόμφασι,’ καὶ προσπεσὼν εὐθὺς ἔπληξεν αὐτόν, οὐκ ἐπέσχον ἀλλὰ τόν τε αὐτοκράτορά σφων κατέκοψαν [2] καὶ τὸν Ἔκλεκτον. μόνος γὰρ δὴ οὗτος οὔτ᾽ ἐγκατέλιπεν αὐτὸν καὶ ἐπήμυνεν αὐτῷ ὅσον ἠδυνήθη, ὥστε καὶ τρῶσαί τινας: ὅθεν ἐγὼ καὶ πρὸ τοῦ ἄνδρα αὐτὸν ἀγαθὸν γεγονέναι νομίζων, τότε δὴ καὶ πάνυ ἐθαύμασα. ἀποτεμόντες δὲ οἱ στρατιῶται τὴν κεφαλὴν τοῦ Περτίνακος περί τε 3 δόρυ περιέπειραν, τῷ ἔργῳ ἐλλαμπρυνόμενοι. [3] οὕτω μὲν Περτίναξ ἐπιχειρήσας ἐν ὀλίγῳ πάντα ἀνακαλέσασθαι ἐτελεύτησεν, οὐδὲ ἔγνω καίπερ ἐμπειρότατος πραγμάτων ὤν, ὅτι ἀδύνατόν ἐστιν ἀθρόα τινὰ ἀσφαλῶς ἐπανορθοῦσθαι, ἀλλ᾽ εἴπερ τι ἄλλο, καὶ πολιτικὴ κατάστασις καὶ χρόνου καὶ σοφίας χρῄζει. ἐβίω 4 δὲ ἔτη ἑπτὰ καὶ ἑξήκοντα τεσσάρων μηνῶν καὶ τριῶν ἡμερῶν δέοντα, ἦρξε δὲ ἡμέρας ὀγδοήκοντα καὶ ἑπτά.” Xiph. 286, 15-288, 4 R. St., Exc. Val. 331, Exc. Vat. 126. “ ”

1 kai\ tou/s te o)fqalmou/s Rk., tou/s te o)fqalmou\s kai/ *wC.

2 h)/reisan Sylb., e)/reisan *wC.

3 Leuncl. Proposed to read to/ for te, but Sylburg supplied kai\ dia\ th=s po/lews perih/negkan after perie/peiran; cf. Zon.: do/rati peripei/rantes perih=gon.

4 e)bi/w Zon., e)pebi/w *wC.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: