previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

14. Ἰουλιανὸς δὲ οὕτω τὴν ἀρχὴν ἁρπάσας ἀνελευθέρως 1 τοῖς πράγμασιν ἐχρῆτο, θωπεύων τὴν βουλὴν καὶ τούς τι δυναμένους καὶ τὰ μὲν ἐπαγγελλόμενος τὰ δὲ χαριζόμενος, προσεγέλα τε καὶ προσέπαιζε πρὸς τοὺς τυχόντας, ἔς τε τὰ [p. 150] θέατρα συνεχῶς ἐσεφοίτα, καὶ συμπόσια πολλὰ [2] συνεκρότει, τό τε σύμπαν οὐδὲν τι οὐκ ἐπὶ θεραπείᾳ ἡμῶν ἐποίει. οὐ μέντοι καὶ πιθανὸς ἦν, ἀλλ᾽ ὡς ἀκράτῳ τῇ θωπείᾳ χρώμενος ὑπωπτεύετο: πᾶν γὰρ τὸ ἔξωθεν τοῦ εἰκότος, κἂν χαρίζεσθαί τισι δοκῇ, δολερὸν τοῖς νοῦν ἔχουσι νομίζεται.” Xiph. 290, 32-291, 8 R. St.[2α] ψηφισαμένης δὲ τῆς βουλῆς χρυσοῦν ἀνδριάντα αὐτοῦ οὐ προσεδέξατο, εἰπὼν ὅτιχαλκοῦν μοι δότε, ἵνα καὶ μείνῃ: καὶ γὰρ τῶν πρὸ ἐμοῦ αὐτοκρατόρων τοὺς μὲν χρυσοῦς καὶ ἀργυροῦς ὁρῶ καθαιρεθέντας, τοὺς δὲ χαλκοῦς μένοντας,’ οὐκ ὀρθῶς τοῦτο εἰπών: ἀρετὴ γὰρ διαφυλάττουσα τὴν μνήμην τῶν κρατούντων: γὰρ δοθεὶς αὐτῷ χαλκοῦς ἀναιρεθέντος αὐτοῦ καθῃρέθη.” Petr. Patr. exc. Vat. 128 (p. 226 Mai.=p. 209, 24-32 Dind.).[3] ἐν μὲν δὴ τῇ Ῥώμῃ ταῦτα ἐγένετο, περὶ δὲ τῶν ἔξω ταύτης γενομένων καὶ νεωτερισθέντων ἤδη ἐρῶ. τρεῖς γὰρ δὴ τότε ἄνδρες, τριῶν ἕκαστος πολιτικῶν στρατοπέδων καὶ ἄλλων ξενικῶν συχνῶν ἄρχοντες, ἀντελάβοντο τῶν πραγμάτων, τε Σεουῆρος καὶ Νίγρος καὶ Ἀλβῖνος, οὗτος μὲν τῆς Βρεττανίας ἄρχων, [4] Σεουῆρος δὲ τῆς Παννονίας, Νίγρος δὲ τῆς Συρίας. καὶ τούτους ἄρα οἱ ἀστέρες οἱ τρεῖς οἱ ἐξαίφνης φανέντες καὶ τὸν ἥλιον περισχόντες, ὅτε τὰ ἐσιτήρια πρὸ τοῦ βουλευτηρίου ἔθυεν Ἰουλιανὸς παρόντων ἡμῶν, ὑπῃνίττοντο. οὕτω γὰρ ἐκφανέστατοι ἦσαν ὥστε καὶ τοὺς στρατιώτας συνεχῶς τε αὐτοὺς ὁρᾶν καὶ ἀλλήλοις ἀντεπιδεικνύειν, καὶ προσέτι καὶ διαθροεῖν ὅτι δεινὸν αὐτῷ συμβήσεται. [p. 152] [5] ἡμεῖς γὰρ εἰ καὶ τὰ μάλιστα καὶ ηὐχόμεθα ταῦθ᾽ οὕτω γενέσθαι καὶ ἠλπίζομεν, ἀλλ᾽ ὑπό γε τοῦ παρόντος δέους οὐδ᾽ ἀναβλέπειν ἐς αὐτούς, εἰ μὴ παρορῶντές πως, ἐτολμῶμεν. καὶ

1 a)neleuqe/rws Zon., a)neleuqe/rois *wC.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: