previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

15. ἀποστάντων δὲ τῶν ἐν τῇ νήσῳ αὖθις, καλέσας τοὺς στρατιώτας ἐκέλευσεν ἐς τὴν χώραν αὐτῶν ἐμβαλεῖν καὶ οἷς ἂν ἐντύχωσιν ἀποκτεῖναι, αὐτὸ τοῦτο εἰπών, ‘μή τις ὑπεκφύγοι αἰπὺν ὄλεθρον χεῖράς θ᾽ ἡμετέρας, μηδ᾽ ὅντινα γαστέρι μήτηρ 1 κοῦρον ἐόντα φέροι: μηδ᾽ ὃς φύγοι 2 αἰπὺν ὄλεθρον.’ [2] γενομένου δὲ τούτου, καὶ τῶν Καληδονίων προσαποστάντων τοῖς Μαιάταις, ἡτοιμάζετο μὲν ὡς καὶ αὐτὸς αὐτοῖς πολεμήσων, καὶ αὐτὸν περὶ ταῦτ᾽ ἔχοντα νόσος τῇ τετάρτῃ τοῦ Φεβρουαρίου ἀπήνεγκε, συνεργασαμένου τι πρὸς τοῦτο καὶ τοῦ Ἀντωνίνου, ὡς λέγεται. πρὶν γοῦν μεταλλάξαι, τάδε λέγεται τοῖς παισὶν εἰπεῖν ῾ἐρῶ γὰρ αὐτὰ τὰ λεχθέντα, μηδὲν τι καλλωπίσασ᾽. ‘ὁμονοεῖτε, τοὺς στρατιώτας πλουτίζετε, τῶν [p. 272] [3] ἄλλων πάντων καταφρονεῖτε.’ ἐκ δὲ τούτου τό τε σῶμα αὐτοῦ στρατιωτικῶς κοσμηθὲν ἐπὶ πυρὰν ἐτέθη καὶ τῇ τε τῶν στρατιωτῶν καὶ τῇ τῶν παίδων περιδρομῇ ἐτιμήθη, τά τε δῶρα τὰ στρατιωτικὰ οἵ τι τῶν παρόντων ἔχοντες ἐς [4] αὐτὴν ἐνέβαλον, καὶ τὸ πῦρ οἱ υἱεῖς ἐνῆκαν. καὶ μετὰ τοῦτο τὰ ὀστᾶ ἐς ὑδρίαν πορφυροῦ λίθου ἐμβληθέντα ἔς τε τὴν Ῥώμην ἐκομίσθη καὶ ἐς τὸ Ἀντωνινεῖον 3 ἀπετέθη. λέγεται δὲ τὴν ὑδρίαν ὀλίγον πρὸ τοῦ θανάτου μεταπέμψασθαί τε αὐτόν, καὶ ἐπιψηλαφήσαντα εἰπεῖνχωρήσεις ἄνδρα ὃν οἰκουμένη οὐκ ἐχώρησεν.’” Xiph. 322, 12-324, 25 R. St. “ ”

1 mh/thr supplied by H. Steph.

2 fu/goi C, fu/gh *wC1.

3 *)antwni/neion H. Steph., a)ntwni/eion *wC.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: