previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

5. ὅτι τὸν Κίλωνα τοσοῦτον δῆθεν 1 ἠγάπα [p. 288] Ἀντωνῖνος ὥστε εἰπεῖν ὅτιοἱ τούτῳ ἐπιβεβουλευκότες ἐμοὶ ἐπιβεβουλεύκασιν.’ ἐφ᾽ δὴ ἐπαινούμενος ὑπὸ τῶν προσεστηκότων ἔφη: ‘ἐμὲ μήθ᾽ Ἡρακλέα μήτ᾽ ἄλλον θεόν τινα ἐπικαλεῖτε,’ οὐχ ὅτι οὐκ ἐβούλετο θεὸς ὀνομάζεσθαι, ἀλλ᾽ ὅτι [2] οὐδὲν ἄξιον θεοῦ πράττειν ἤθελεν. ἔμπληκτος γὰρ φύσει πρὸς πάντα τὰ πράγματα ὢν καὶ ἐτίμα τινὰς μεγάλως καὶ ἠτίμαζεν ἐξαίφνης τοὺς αὐτοὺς ἀλογώτατα, ἔσωζέ τε οὓς ἥκιστα ἐχρῆν, καὶ ἐκόλαζεν οὓς οὐκ ἄν τις προσεδόκησεν.” Exc. Val. 356 (p. 742).[3] ὅτι τὸν Ἄσπρον τὸν Ἰουλιανὸν οὐδ᾽ ἄλλως εὐκαταφρόνητον καὶ διὰ παιδείαν καὶ διὰ φρόνημα ὄντα ἐξάρας ὁμοίως 2 καὶ τοὺς υἱοὺς αὐτοῦ, καὶ ἐν πολλαῖς τοσαύταις ῥάβδοις ὁμοῦ ἐμπομπεύσαντα, προεπηλάκισε παραχρῆμα δεινῶς καὶ ἐς τὴν πατρίδα μεθ᾽ ὕβρεως καὶ μετὰ δέους ἰσχυροῦ ἀπέπεμψε.” Exc. Val. 357 (p. 742).[4] ὅτι καὶ τὸν Λαῖνον ἠτιμάκει ἂν καὶ ἀπεκτόνει, εἰ μὴ κακῶς ἐνόσει: καὶ τὴν ἀρρωστίαν αὐτοῦ ἀσεβῆ παρὰ τοῖς στρατιώταις ὠνόμασεν, ὅτι μὴ καὶ περὶ ἐκεῖνον ἀσεβῆσαι αὐτῷ ἐπέτρεψεν.” Exc. Val. 358 (p. 742).[5] ὅτι καὶ Θρασέαν 3 Πρίσκον, ἄνδρα οὐδενὸς οὔτε γένει οὔτε φρονήσει δεύτερον, κατεχρήσατο.” Exc. Val. 359 (p. 742).[p. 290] Ὅτι καὶ ἄλλους πολλοὺς καὶ φίλους τὸ πρότερον ὄντας ἀπέκτεινεν.” Exc. Val. 360 (p. 742). “ ”

1 dh=qen supplied by van Herserden.

2 o(moi/ws Val., o(moi/ous cod. Peir.

3 *qrase/an Val., qrase/a cod. Peir.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: