previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Δευτέρας που νομῆς καιρὸς ἦν, καὶ Δάφνις ἀπὸ σκοπῆς τινος μετεώρου θεασάμενος τὰς ἀγέλας καὶ τὴν Χλόην, μέγα βοήσας Νύμφαι καὶ Πὰνκατέδραμεν εἰς τὸ πεδίον καὶ περιπλακεὶς τῇ Χλόῃ λιποθυμήσας κατέπεσε. [2] Μόλις δὲ ἔμβιος ὑπὸ τῆς Χλόης φιλούσης καὶ ταῖς περιβολαῖς θαλπούσης γενόμενος ἐπὶ τὴν συνήθη φηγὸν ἔρχεται: καὶ ὑπὸ τῷ στελέχει καθίσας ἐπυνθάνετο πῶς ἀπέδρα τοσούτους πολεμίους. [3] Η δὲ αὐτῷ κατέλεξε πάντα, τὸν τῶν αἰγῶν κιττόν, τὸν τῶν προβάτων ὠρυγμόν, τὴν ἐπανθήσασαν τῇ κεφαλῇ πίτυν, τὸ ἐν τῇ γῇ πῦρ, τὸν ἐν τῇ θαλάττῃ κτύπον, τὰ συρίγματα ἀμφότερα, τὸ πολεμικὸν καὶ τὸ εἰρηνικόν, τὴν νύκτα τὴν φοβεράν, καὶ ὅπως αὐτῇ τὴν ὁδὸν ἀγνοούσῃ καθηγήσατο τῆς [p. 279] ὁδοῦ μουσική. [4] Γνωρίσας οὖν Δάφνις τὰ τῶν Νυμφῶν ὀνείρατα καὶ τὰ τοῦ Πανὸς ἔργα διηγεῖται καὶ αὐτὸς ὅσα εἶδεν, ὅσα ἤκουσεν: ὅτι μέλλων ἀποθνήσκειν διὰ τὰς Νύμφας ἔζησε. [5] Καὶ τὴν μὲν ἀποπέμπει κομιοῦσαν τοὺς ἀμφὶ τὸν Δρύαντα καὶ Λάμωνα καὶ ὅσα πρέπει θυσίᾳ: αὐτὸς δὲ ἐν τούτῳ τῶν αἰγῶν τὴν ἀρίστην συλλαβὼν καὶ κιττῷ στεφανώσας, ὥσπερ ὤφθησαν τοῖς πολεμίοις, καὶ γάλα τῶν κεράτων κατασπείσας, ἔθυσέ τε ταῖς Νύμφαις καὶ κρεμάσας ἀπέδειρε καὶ τὸ δέρμα ἀνέθηκεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: